Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 16
Not analysed yet
Κατὰ ἀποτομὴν τὴν ἀπὸ τῶν ἄλλων γενῶν. Ἰστέον γὰρ ὅτι αἱ σημαντικαὶ φωναὶ καὶ τὰ ὀνόματα εἰώθασι χωρίζειν τὰ πράγματα ἀπ’ ἀλλήλων· καὶ γὰρ ἡ φύσις ἐπενόησε τόδε τι ἄνθρωπον καλεῖσθαι ἢ κύνα ἢ ἄλλο τι, ἵνα διὰ τούτου ἀποχωρίσῃ ἕκαστα ἀπ’ ἀλλήλων. καὶ ἑκάστη τῶν τεχνῶν ὡς μέλλουσά τι καινότερον καὶ ξενοπρεπὲς παρὰ τἀς ἄλλας διδάσκειν τέχνας τοῖς οἰκείοις ὀργάνοις ὀνόματα ἐπιτίθησιν, ἴνα ἔχῃ πῶς αὐτὰ σαφηνίσει· οὕτως γὰρ οἱ γεωμέτραι πολλὰς διαφορὰς τριγώνων εὑρηκότες οἷον τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς τὸ δὲ τὰς δύο μόνον τὸ δὲ τὰς τρεῖς ἀνίσους, οἰκείοις ὀνόμασιν κεχρημένοι τὸ μὲν ἴσας ἔχον τὰς τρεῖς πλευρὰς ἐκάλεσαν ἰσόπλευρον, τὸ δὲ τὰς δύο μόνον ἴσας ἰσοσκελὲς τὸ δὲ τὰς τρεῖς ἀνίσους σκαληνόν, βουλόμενοι διὰ τῶν ὀνομάτων ἕκαστον τούτων δηλῶσαι. οὕτως ἄρα τὰ ὀνόματα σημαίνει τὰ πράγματα·