Ancient Greek · ~6 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 18
Not analysed yet
Ἄλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεταιτὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον. Τρίτον ἀπαριθμεῖται σημαινόμενον τοὐ γένους, περὶ οὗ καὶ τοῖς φιλο- σοφοῖς ὁ λόγος. ὁμοιότητα δέ τινα ἔχει πρὸς τὰ πρὸ αὐτοῦ· ὥσπερ γὰρ τὸ πρῶτον σημαινόμενον τοῦ γένους δύο τινὰς ἔχει σχέσεις, τὴν πολλῶν πρὸς ἕνα καὶ τὴν αὐτῶν πρὸς αὐτοὺς, οὕτω τὰ εἴδη σχέσιν καὶ πρὸς τὸ γένος καὶ πρὸς ἄλληλα ἔχει. πάλιν ὥσπερ τὸ δεύτερον σ-́ιal αινόμεν(). ν σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα καὶ τὴν τοῦ αἰτίου καὶ τοῦ αἰτιατοῦ, οὕτω καὶ τοῦτο σχέσιν ἔχει ἑνὸς πρὸς ἕνα, οἷον τοὺ ζῴου πρὸς ἄνθρωπον. αἰτιατοῦ πρὸς αἴτιον. ἴσως μὲν οὖν οἱ ὀνουἱτοθὂ́ται πρῶτοι τὰς διαφόρους τῶν ἀνθρώ- πων γενέσεις διακρῖναι βουλόμενο-́ ἐκάλεσαν τὸ μὲν ‘Hρακλειδῶν γένος τὸ δὲ Αἰακιδῶν τὸ δὲ Πελοπιδῶν, εἶθ’ ὕστερον οἱ φιλόσοφοι κατὰ̣ μίμησιν τὴν τούτων τὰ παρ’ αὐτοῖς -ὠνόμασαν γένη· ὡς γὰρ ‘Uρακλειδῶν γένος οἱ ἐξ ‘Πρακλέους γενόμενοι, οὕτω δὴ λέγεται καὶ τὸ ζῷον γένος· τῶν γὰρ μερικῶν ζῴων, ἀνθρώπου κυνὸς ἵππου καὶ τῶν ἄλλων, γένος λέγεται τὸ ἁπλῶς ζῷον. πολλάκις δὲ οἱ φιλόσοφοι εὗρον πρότερον τὰ παρ’ αὐτοῖς γένη, εἶθ’ ὕστερον ἐπιγινόμενοι οἱ ὀνοματοθέται κατὰ μίμησιν τούτων τὰ ἐν τῇ συνηθείᾳ τῶν ἀνθρώπων γένη ὠνόμασαν· δυνατὸν γὰρ ἑκάτερον ἐπινοεῖν. ἐπεὶ οὖν ἀμφίβολον ὑπάρχει τοῦτο, εἴτε οἱ φιλόσοφοι εὗρον τὴν ἀρχὴν τῆς τοιαύτης ὀνομασίας εἴτε οἱ ὀνοματοθέται, διὰ τοῦτο ἴσως εἶπεν ἀμφιβάλλων καὶ αὐτός.