Ancient Greek · ~11 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 17
Not analysed yet
Τοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον. Ἀσάφειάν τινα ἐποίησεν ὁ φιλόσοφος ἀμέσως εἰς τὸ πρῶτον σημαινόμενον τοῦ γένους ἐπελθὼν καὶ μὴ ἐπισημηνάμενος αὑτὸ τοῦτο· ὤφειλε γὰρ διορίσασθαι περὶ ποίου σημαινομένου τοῦ γένους διαλέγεται. ὅτι γὰρ περὶ τοῦ προτέρου ποιεῖται τὸν λόγον καὶ οὐ περὶ τοῦ προσεχῶς ἡμῖν εἰρημένου, δηλοῖ τὰ ὑποδείγματα ἃ τίθησι· φησὶ γὰρ ὅτι τοῦτο τὸ σημαινόμενον τοῦ γένους πρόχειρον ἔοικεν ἡμῖν ἐκ τῆς συνηθείας εἶναι καὶ γνωριμώτερον. πρόχειρον δὲ τῇ συνηθείᾳ λέγει σημαινόμενον τὴν ἀφ’ ἑνὸς εἰς πολλοὺς καὶ ἀπὸ πολλῶν εἰς πλῆθος σχέσιν. Ἄξιον δὲ ἀπορῆσαι, διὰ· τί τοῦτο πρόχειρον εἶπε, καὶ μὴ τὴν τοῦ ἑνὸς πρὸς ἕνα σχέσιν· τοῦτο γὰρ πρότερον οἶδεν ἡ φύσις· ἕνα γὰρ ἐξ ἑνὸς πρῶτον ποιεῖ, καὶ οὕτως πολλοὺς ἐκ πολλῶν. ἐροῦμεν οὖν πρὸς τοῦτο, ὅτι τὸ μὲν δεύτερον σημαινόμενον τοῦ γένους, ὅ ἐστιν ὡς πρὸς ἡμᾶς δεύτερον, 30 τῇ φύσει πρῶτόν ἐστιν (ἀπὸ γὰρ τοῦ Ἡρακλέους πρότερον εἷς εἶθ’ οὕτως τὸ πλῆθος), τὸ δὲ πρῶτον σημαινόμενον τῇ φύσει ἐστὶ δεύτερον; καὶ τὸ τῇ φύσει δεύτερον ἡμῖν πρῶτον. καὶ καθόλου τὰ τῇ φύσει πρῶτα ἡμῖν ὕστερά εἰσι, τὰ δὲ τῇ φύσει δεύτερα ἡμῖν πρῶτα, οἷον φύσει πρότερον ἡ ὕλη καὶ τὸ εἶδος, ἔπειτα τὰ τέσσαρα στοιχεῖα, εἶτα σάρ- κες καὶ ὀστέα καὶ τὰ λοιπὰ τῶν ὁμοιομερῶν, εἶτα ἄνθρωπος. καὶ ἡ μὲν φύσις οὕτως ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ δεύτερα φέρεται, ἡμεῖς δὲ ὡς ἅτε κατωκάρα βαίνοντες καὶ ὕπτια βλέποντες καὶ ἀπὸ τῶν προσεχεστέρων ἐπὶ τὰ πόρρω καὶ ἀπὸ τῶν ἐνυλοτέρων ἐπὶ τὰ ἄυλα βουλόμενοι |ἔρχεσθαι πρῶτον μὲν γινώσκομεν τὸν ἄνθρωπον, εἶτα ὅτι σύγκειται ἐξ ὀστέων καὶ σαρκῶν, εἶτα ὅτι σύγκειται ταῦτα ἐκ τῶν τεσσάρων στοιχείων, εἶτα ὅτι ταῦτα ἐξ ὕλης καὶ εἴδους. ὥστε τὰ τῇ φύσει πρότερα τῇ γνώσει ἡμῶν ὕστερα γίνονται καὶ τὰ τῇ φύσει ὕστερα ἡμῶν τῇ γνώσει πρότερα· σαφέστερον οὖν τὸ πρῶτον, ἀσαφέστερον δὲ τὸ δεύτερον. διὰ τοῦτο τὴν περὶ αὐτῶν διδασκαλίαν οὕτω προεχειρίσατο ὁ Πορφύριος (δεὶ γὰρ ἐκ τῶν ἡμῖν ποιεῖσθαι τὴν διδασκαλίαν). καὶ ὅτι τὸ παρὰ τοῖς φιλοσόφοις γένος, περὶ οὗ ὁ λόγος, ἔοικε τοῖς εἰρημένοις γένεσιν ὁμοιότητά τέ τινα πρὸς ταύτα ἔχει. Ἄξιον δὲ ἀπορῆσαι, δι’ ἣν αἰτίαν ὄντων καὶ ἑτέρων σημαινομένων τοῦ γένους αὐτὸς ταῦτα μόνον ἀπηριθμήσατο. ὅτι δὲ ἔστι καὶ ἕτερα σημαινόμενα, μαινόμενα, δῆλον ἐντεῦθεν· ὁ γὰρ Πλάτων γένη ἔλεγε τοῦ ὄντος οὐσίαν ταὐτότητα ἑτερότητα κίνησιν καὶ στάσιν. ταῦτα τοίνυν οὐκ ἀπηριθμήσατο, ἐπειδὴ προέκειτο αὐτῷ, καθὼς προεσήμανε, περὶ τῶν Ἀριστοτέλει δοκούντων γράψαι. φαίνεται δὲ καὶ ὁ Ἀριστοτέλης αὐτὸς γένος καλῶν ἐν τῇ Φυσικῇ τὴν ἑκάστῃ τέχνῃ ὑποκειμένην ὕλην, ὡς ἐν τεκτονικῇ τὰ ξύλα καὶ ἐν ἰατρικῇ τὰ ἀνθρώπινα σώματα καὶ ἐν τοῖς φυσικοῖς ἅπασι τὴν πρώτην ὕλην· ἀλλ’ οὐ πρόκειται τῷ Uορφυρίῳ περὶ τούτων φυσικῶς εἰ- πεῖν, ἀλλὰ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.