Ancient Greek · ~3 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 22
Not analysed yet
Καὶ τὸ οὗτος καὶ τὸ τοῦτο. Καὶ γὰρ ταῦτα μερικὰ ὑπάρχει· καθ’ ἑνὸς γὰρ μόνου λέγεται· δεικνύοντες γάρ φαμεν τοῦτο καὶ ἐκεῖνο καὶ τὸ ἄλλο. καὶ καλῶς οἱ φιλόσοφοι κατὰ τῶν μερικῶν ἤγαγον τὸν λόγον τοῦτον· ταῦτα γὰρ καὶ τῇ δείξει καὶ τῇ αἰσθήσει ὑποπίπτουσιν. ὁ γὰρ καθόλου ἄνθρωπος καὶ τὸ καθόλου ζῷον ταῦτα ἐν τῷ δημιουργῷ ὄντα οὔτε τῇ δείξει οὔτε τῇ αἰσθήσει ὑποπίπτουσι. καλῶς οὖν τὰ καθ’ ἕκαστα ὑπὸ τὴν δεῖξιν ἀνήγαγον, οὐ γὰρ τὰ καθόλου. ἄτομα δὲ λέγεται ταῦτα, ἐπεὶ μὴ τέμνεται μήτε εἰς ὁμοιοειδῆ μήτε εἰς ἀνομοιοειδῆ, ὥσπερ τὰ γένη καὶ τὰ εἴδη, ἀλλ’ ἅμα τῇ τομῇ φθείρεται· τὸ γὰρ ἐν ἐμοὶ ζῷον οὐκ ἔστι κοινόν, ἀλλ’ ἐν ἐμοί περιγέγραπται, ὁμοίως καὶ τὸ λογικόν· καὶ τὸ ἐκ πάντων σύγκριμα ὁ ἄνθρωπος περιώρισται.