Ancient Greek · ~2 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 23
Not analysed yet
Καὶ τὰ συμβεβηκότα κοινῶς, ἀλλὰ μὴ ἰδίως τινί. Οἶον ἡ λευκότης καὶ ἡ μελανία· τὰ γὰρ μερικὰ οὐ κατὰ πλειόνων λέγεται, οἷον ἡ ἐν τῷδε τῷ σώματι λευκότης ἢ ἡ ἐν τῷ Ὀδυσσεῖ οὐλή, ἀφ’ ἧς αὐτὸν ἡ τροφὸς ἐπέγνω· καὶ γὰρ αὕτη αὐτῷ μόνῳ ὑπῆρχεν· εἰ μὴ γὰρ ἦν αὐτῷ μόνῳ, πῶς εἶχεν αὐτὸν ἐξ αὐτῆς ἐπιγνῶναι; διὰ τοῦτο οὖν εἶπε τὰ κοινῶς συμβεβηκότα ἀλλὰ μὴ ἰδίως τινὶ ὑπάρχοντα ἀντὶ τοῦ τὰ καθόλου καὶ μὴ τὰ μερικά.