Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 3.1
Not analysed yet
Εἴς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας. Χρὴ εἰδέναι πρῶτον, ὡς ἄλλη ἐστὶν ἡ κατὰ Ἀριστοτέλην διαλεκτικὴ καὶ ἄλλη ἡ κατὰ Πλάτωνα· ἡ μὲν γὰρ κατὰ Ἀριστοτέλην διαλεκτικὴ δόξαις ἕπεται πενταχῶς, ὡς ἐν τοπικοῖς διέταξεν, ἡ δὲ κατὰ Πλάτωνα τετραχῶς γίνεται, κατὰ διαίρεσιν καὶ ὁρισμὸν καὶ ἀπόδειξιν καὶ ἀνάλυσιν. τὸ οὖν χρήσιμον εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρήσιμον ἔσται δῆλον ὅτι καὶ εἰς τὴν κατὰ Πλάτωνα διαλεκτικήν· εἰ δὲ τοῦτο, δῆλον ὅτι καὶ πρὸς πᾶσαν φιλοσοφίαν. εἰσὶ δέ, ὡς εἴρηται, διαιρετικὴ ὁριστικὴ ἀποδεικτικὴ καὶ ἀναλυτική. οὕτως οὖν ἐκληπτέον τὸν νοῦν τοῦ χωρίου, ὡς ἂν εἰ ἔλεγεν ὁ Πορφύριος ὅτι τοῦτο τὸ σύγγραμμα οὐ μόνον εἰς τὰ τῶν φιλοσόφων συγγράμματα συμβάλλεται, ἀλλ’ ὡς εἰ καὶ μὴ ἦν συγγράμματα, εἰς αὐτὰς τὰς τῶν φιλοσόφων μεθόδους συμβάλλεται, δι᾿ ὦν δύνανται εὑρεῖν οἱ φιλόσοφοι ἕκαστον τῶν πραγμάτων. τί δέ ἐστιν ἑκάστης τούτων ἔργον, κατὰ τάξιν εἴπωμεν. Διαιρετικῆς μὲν γὰρ ἔργον ἐστὶ τὸ διαιρεῖν τὸ προτεθὲν γένος εὐτάκτως εἰς τὰς οἰκείας διαφοράς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, καὶ μὴ λέγειν ὅτι τοῦ ζῴου τὸ μέν ἐστιν ἄνθρωπος τὸ δὲ ἵππος τὸ δὲ ἄλλο τι καὶ ἄλλο· ἐοίκασι γὰρ οὗτοι, ὡς ὁ θεῖός φησι Πλάτων, τοῖς κακῶς τέμνουσι μαγείροις καὶ μὴ κατ’ ἄρθρα τὰ ὄψα, τοῦτ’ ἔστιν ἰδιώταις καὶ ἀμεθόδοις ἀνδράσιν. ὁριστικῆς δέ ἐστι τὸ τὸν ὁρισμὸν οἰκείως ἑκάστου τῶν πραγμάτων ἀποδιδόναι. οὗτος δὲ ἕπεται τῷ διαιρε- τικῷ πρώτῳ ὄντι, ἐπειδὴ καὶ χρῄζει αὐτοῦ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους εἰσὶ καὶ συστατικῶν διαφορῶν· ἐκ τοῦ οὖν διαιρεθέντος ἤδη γένους ὁ ὁριστικὸς ἐκλέγεται τὰ χρήσιμα πρὸς τὸν ὁρισμόν, οἷον διαιρεθέντος τοῦ ἐμψύχου εἰς ζῷον καὶ φυτὸν καὶ τοῦ ζῴου εἰς λογικὸν καὶ ἄλογον εἰς θνητὸν καὶ ἀθάνατον, ὁ ὁριστικὸς βουλόμενος τὸν ἄνθρωπον ὁρίσασθαι ἐκλέγεται τὸ ζῶον τὸ λογικὸν καὶ τὸ θνητόν. ἀποδεικτικῆς δὲ ἔργον τὸ τὴν ἀπόδειξιν τῶν πραγμάτων ποιεῖσθαι ἐξ αὐτῆς τῆς ἰδίας αὐτῶν οὐσίας· οὐ γὰρ ὥσπερ οἱ ῥήτορες ἐξ ἐνδόξων καὶ πιθανῶν προτάσεων τὰς πίστεις φέρουσι, τοιοῦ- τόν τι χρῆμά ἐστιν ἡ ἀπόδειξις, ἀλλ’ ὥσπερ ὁ Πλατῶν τὸν περὶ τῆς ἀθανασίας τῆς ψυχῆς λόγον ἀποδεῖξαι βουλόμενος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς ἐχρήσατο, λέγων ὅτι ἡ ψυχὴ αὐτοκίνητος, τὸ αὐτοκίνητον ἀεικίνητον, τὸ ἀεικίνητον ἀθάνατον, ἡ ψυχὴ ἄρα ἀθάνατος. οὕτω χρὴ καὶ τὸν ἀποδεῖξαι βουλόμενον ποιεῖν· αἱ γὰρ ὄντως. ἀποδείξεις ἐκ τῶν ὁρισμῶν γίνονται· οἱ γὰρ ὁρισμοὶ δηλοῦσι τὴν φύσιν τοῦ πράγματος, καὶ δεῖ τὰς ἀποδείξεις γίνεσθαι ἐκ τῆς φύσεως αὐτῆς τῶν πραγμάτων καὶ οὐκ ἐκ τῶν ἔξωθεν παρεπομένων οὐκ ἀναγκαίως. ὥστε οὖν τρίτην τάξιν ἐπέχει ἡ ἀπόδειξις, εἴ γε] τῷ ὁριστικῷ, ὁ δὲ ὁριστικὸς τῷ διαιρετικῷ. ἀναλυτικῆς δὲ ἔργον τὸ τὰ σύνθετα ἀναλύειν εἰς τὰ ἀπλᾶ, ἐξ ὧν σύγκεινται, οἷον τὸν λόγον εἰς ὀνόματα καὶ ῥήματα, καὶ ταῦτα εἰς τὰς συλλαβάς, καὶ ταύτας εἰς τὰ στοιχεῖα. καὶ ταῦτα μὲν οἱ γραμματικοί. οἱ δὲ φιλόσοφοι ἐπὶ τῶν πραγμάτων, οἷον τὸν ἄνθρωπον εἰς κεφαλὴν καὶ χεῖρας καὶ πόδας, |καὶ ταῦτα εἰς ὀστᾶ καὶ σάρκας καὶ νεῦρα, καὶ ταῦτα εἰς τὰ τέσσαρα στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος. χρώμεθα δὲ τῇ ἀναλυτικῇ καὶ ἐπὶ συλλογισ- μῶν ἀναλύοντες αὐτοὺς εἰς τὰς προτάσεις καὶ ταύτας εἰς τοὺς ὅρους, ὡς ἐν τοῖς Ἀναλυτικοῖς διδάσκει. πρώτη οὖν πασῶν ἡ διαιρετική, δευτέρα ἡ ὁριστική, τρίτη ἡ ἀποδεικτική, τετάρτη ἡ ἀναλυτική. τῶν δὲ τριῶν μόνων ἐμνημόνευσε, διότι τὸ βιβλίον εἰς ταῦτά ἐστι χρήσιμον· διδάσκει γὰρ περὶ γενῶν καὶ διαφορῶν. ἡ μὲν δὴ διαιρετικὴ διαιρεῖ εὐτάκτως τὰ γένη εἰς τὰ εἴδη διἁ τῶν οἰκείων διαφορῶν, ἡ δὲ ὁριστικὴ ὁρίζεται ἐκ γένους καὶ διαφορῶν, ἡ δὲ ἀποδεικτικὴ τὰς ἀποδείξεις ποιεῖται ἐκ τῶν ὁρισμῶν, οἱ δὲ ὁρισμοί, ὡς εἴρηται, ἐκ γένους καὶ συστατικῶν διαφορῶν. [ἄλλως τε διὰ τὸ τἀς τρεῖς ἀλλήλων δεῖσθαι· τῆς μὲν γὰρ διαιρετικῆς χρῄζει ἡ ὁριστική, ἡ δὲ ἀποδεικτικὴ ἀμφοτέρων, εἴ γε ὁ ἀποδεικνύων τοὺς ὁρισμοὺς τῶν πραγμάτων λαμβάνει διὰ τὸ γνῶναι τὴν οὐσίαν τοῦ πράγματος, ἡ δὲ ὁριστικὴ χρῄζει τῆς διαιρετικῆς. ἡ δὲ ἀναλυκτικὴ οὐδεμιᾶς χρῄζει· τῇ μὲν γὰρ διαιρετικῇ ἐναντιοῦται, καθὸ ἐκείνη μὲν ἓν λαμβάνουσα πολλὰ ποιεῖ, ἡ δὲ ἀναλυτικὴ εἰς ἓν τελευτᾷ· λαμβάνουσα γὰρ καὶ ἀναλύουσα τὸν ἄνθρωπον ποιεῖ εἰς μόρια, καὶ ταῦτα εἰς χυμούς, καὶ τοὺς χυμοὺς εἰς στοιχεῖα, καὶ ταῦτα εἰς ὕλην καὶ εἶδος· τὰ γὰρ στοιχεῖα ἐξ ὕλης καὶ εἴδους σύγκειται. ἄλλως τε ὅτι ἡ μὲν διαιρετικὴ πρόεισιν ἀπὸ τῶν ἁπλῶν ἐπὶ τὰ σύνθετα, ἡ δὲ ἀναλυτικὴ ἀπὸ τῶν συνθέτων ἐπὶ τὰ ἁπλούστερα. τῷ δὲ ὁριστικῷ, καθὸ οὗτος μὲν συναπτικός ἐστι τῆς οὐσίας, ἐκείνη δὲ διαλυτική. ἄλλως τε εἰ τῷ διαιρετικῷ ἐναντιοῦται, οὗτινος ὁ ὁριστικὸς χωρὶς οὐ δύναται ὁρίσαι, δῆλον ὅτι καὶ τῷ ὁριστικῷ. ἀλλὰ δὴ καὶ τῷ ἀποδεικτικῷ· εἰ γὰρ ἡ ἀπόδειξις χρῄζει τῆς ὁριστικῆς καὶ διαιρετικῆς, ταύταις δ’ ἐναντιοῦται ἡ ἀναλυτική, καὶ τῇ ἀποδεικτικῇ ἄρα ἐναντιοῦται ἡ ἀναλυτική. καὶ διὰ τί τῆς ὁριστικῆς πρῶτον ἐμνημόνευσε, καὶ μὴ τῆς διαιρετικῆς, καὶ ταῦτα πρώτης ὑπαρχούσης; ἐπειδήπερ προκείμενον ἦν αὐτῷ τῶν προτεθέντων τοὺς ὁρισμοὺς ἀποδοῦναι. διαφέρει δὲ ἡ σύνθεσις) τῆς ἀναλύσεως κατὰ μὲν τὸ ὑποκείμενον οὐδέν· ὥσπερ γὰρ τὸ ἄναντες ἐστι πάντως καὶ κάταντες, οὕτως καὶ ἡ ἀνάλυσις πάντως ἐστὶ καὶ σύνθεσις. κατὰ δὲ τὴν σχέσιν διαφέρει (ὅταν μὲν γὰρ ἄνωθεν πρόεισιν καὶ ἐκ τῶν πρώτων ἀρχῶν ἐπὶ τὰ ἔσχατα, σύνθεσίς ἐστιν, ὅταν δ’ ἐκ τῶν ἐσχάτων ἐπὶ τὰς πρώτας ἀρχὰς ἀναβαίνῃ, ἀνάλυσις) καὶ ὅτι ἡ μὲν σύνθεσις πρὸς τὸ σύνθετον τελευτᾷ, ἡ δὲ ἀνάλυσις πρὸς τὸ ἁπλοῦν. ὁ γὰρ) ἀναλύων σύνθετόν τι δῆλον ὅτι ἀναλύει, εἴ γε μὴ μέλλοι ταλαιπωρεῖν καὶ ἀδύνατα μοχθεῖν ἁπλοῦν ἀναλῦσαι σπεύδων· τὸ δὲ σύνθετον ἐκ πλειόνων σύγκειται· οὐκοῦν ὁ ἀναλύων εἰς πλείονα ἀναλύει. ψεῦδος ἄρα τὸ τὴν ἀνάλυσιν εἰς ἁπλοῦν ἀναλύειν τὸ σύνθετον. καὶ τοῦτο μὲν ἐγγὺς ἀληθές, πλὴν ἔστιν εἰπεῖν, ὅτι εἰς προσεχῆ μὲν πλείονα ἀναλύει, τὸ δὲ ἔσχατον οὔ. ἔδει οὖν εἰδέναι, ὡς σαφῶς εἰπεῖν, ὅτι τὸ ἁπλοῦν μὲν εἰς πολλὰ σύντίθεται, εἰς οὐδὲν δὲ ἀναλύεται, τὸ δὲ ἔσχατον συντεθὲν ἀναλύεται μὲν εἰς πλείονα, εἰς τὸ ἀνώτατον δὲ συντίθεται οὐκέτι. ἀποροῦσι δέ τινες, διὰ τί τὸν ὁρισμὸν ὕστερον ὄντα τῆς διαιρέσεως προέταξε. καί φαμεν ὅτι πρῶτον μὲν ὡς ἐν ὑποκειμένῳ ἀδιάφορόν ἐστι ὁπωσοῦν συντάττειν, ἔπειτα δὲ καὶ ὡς πρὸς ἡμᾶς πρῶτόν ἐστι τὰ σύνθετα τὰ διὰ τοῦ ὁρισμοῦ γνωχωρὶς ριζόμενα, ὥστε εἰ καὶ μὴ εἰκῇ συνέταττεν, εἰκότως τὸν ὁρισμὸν προέταξε. τὴν δὲ ἀνάλυσιν διὰ τοῦτο παρέλιπεν εἰπεῖν ἴσως, ὅτι ταὐτόν ἐστι τῇ συνθέσει τῷ ὑποκειμένῳ κατὰ τὴν σχέσιν μόνον, ὡς προείρηται, διαλλάτ- τουσα].