Ancient Greek · ~1 min
4 to 5
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 4-5
Not analysed yet
Χρησίμης οὔσης τῆς τούτων θεωρίας. Ἀντὶ τῆς τούτων γνώσεως· θεωρίαν γὰρ καλοῦσιν οἱ φιλόσοφοι τὴν γνῶσιν. Ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρά τοῖς πρεσβυτέροις ἐπελθεῖν. Ἐπειδή ἐστι καὶ ἄλλη σύντομος παράδοσις ὑπομνήσεως χάριν κεφα- λαιώδης, ἣ σφόδρα ἐστὶ σύντομος καὶ πάνυ διὰ βραχέων γινομένη, διὰ τοῦτο εἶπε σύντομον ὡς ἐν εἰσαγωγῆς τρόπῳ.