Ancient Greek · ~9 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 36
Not analysed yet
Ἀλλ᾿ αὕτη μὲν ἡ ἀπόδοσις τοῦ εἰδικωτάτου ἂν εἴη καὶ ὅ ἐστι μόνον εἶδος, αἱ δ’ ἄλλαι εἶεν ἂν καὶ τῶν μὴ εἰδικωτάτων. Αὕτη ἡ ὑστέρα, φησίν, ἀποδοθεῖσα τοῦ εἴδους ὑπογραφὴ οὐ παντὶ ἐφαρμόζει ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις. ἵνα δὲ μάθωμεν τίνα ἐστὶ τὰ εἰδικώτατα εἴδη, κέχρηται διαιρέσει τοιαύτῃ· τῆς οὐσίας τὸ μέν ἐστι σῶμα τὸ δὲ ἀσώματον, καὶ τοὐ σώματος τὸ μέν ἐστιν ἔμψυχον τὸ δὲ ἄψυχον, καὶ τοὐ ἐμψύχου τὸ μὲν ζῷον τὸ δὲ φυτὸν τὸ δὲ ζωόφυτον (τὸ μὲν γὰρ φυτὸν τὰς τρεῖς ἔχει δυνάμεις μόνας, τὴν θρεπτικὴν τὴν αὐξητικὴν καὶ τὴν γεννητικήν, τὸ δὲ ζῷον πρὸς ταύταις ἔχει καὶ τὴν αἰσθητικὴν δύναμιν καὶ τὴν μεταβατικὴν τὴν ἀπὸ τόπου εἰς τόπον· τὸ οὖν ζωόφυτον μέσον ἐστὶν ἀμφοτέρων, ἔχει γὰρ πρὸς ταῖς τρισὶ δυνάμεσι καὶ τὴν ἁπτικὴν αἴσθησιν, οὐκέτι μέντοι ἀπὸ τόπου ἐπὶ τόπον ἀμείβει, οἷά ἐστι τὰ ὄστρεα καὶ οἱ σπόγγοι· προσπεφύκασι μὲν γὰρ ταῖς πέτραις, προσιόντος δέ τινος ἀντιτύπου μὲν συστέλλονται, ἡδέος δὲ διαχέονται), πάλιν δὲ τοῦ ζῴου τὸ μέν ἐστι λογικὸν τὸ δὲ ἄλογον, καὶ τοὐ λογικοῦ τὸ μὲν θεὸς τὸ δὲ ἄνθρωπος, πάλιν δὲ τοῦ ἀνθρώπου τὸ μὲν Σωκράτης τὸ δὲ Πλάτων καὶ οἱ κατὰ μέρος· ἀλλ’ οὐδεὶς τοῖς φιλοσόφοις λόγος τούτων, καθὰ πολλάκις εἴρηται. ἐν ταύτῃ οὖν τῇ διαιρέσει πρώιόν ἐστιν ἡ οὐσία, ὕστερον δὲ ὁ ἄνθρωπος, τὰ δὲ καλούμενα ὑπάλληλα μέσα, ἃ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο. λέγεται δὲ ἡ μὲν οὐσία γένος γενικώτατον, ὁ δὲ ἄνθρωπος εἶδος εἰδικώτατον, τὰ δὲ λοιπὰ καὶ γένη καὶ εἴδη πρὸς ἄλλο καὶ ἄλλο λαμβανόμενα· τὸ γὰρ σῶμα εἶδος μέν ἐστι τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, καὶ τὸ ἔμψυχον εἶδος μὲν τοῦ σώματος γένος δὲ τοῦ ζῴου, καὶ τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ ἀνθρώπου, ὁ δὲ ἄνθρωπος εἶδος μὲν τοὺ ζῴου, οὐκέτι δὲ καὶ γένος· κατηγορεῖται γὰρ οὐ διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ, οἷον Σωκράτους Ἀλκιβιάδου· οὐκ ἔστιν οὖν γένος, ἀλλ’ οὐδὲ ἄτομον, ἐπειδὴ τῶν κατὰ μέρος ἀτόμων ἐστὶ περιεκτικόν· λείπεται ἄρα τὸν ἄνθρωπον εἶδος εἰδικώτατον εἶναι. φησὶν οὖν ὅτι ἡ τοῦ εἴδους ἀποδοθεῖσα ὑπογραφὴ ὑστέρα οὐ παντὶ εἴδει ἐφαρμόζει· οὐ γὰρ δὴ καὶ τῷ ζῴῳ καὶ τῷ ἐμψύχῳ, ἀλλὰ μόνοις τοῖς εἰδικωτάτοις εἴδεσιν, οἷον ἀνθρώπῳ καὶ ἵππῳ καὶ κυνί, ἃ μόνως ἐστὶν εἴδη.