Ancient Greek · ~6 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 37
Not analysed yet
Γενέσθω δὲ ἐπὶ μιᾶς κατηγορίας σαφὲς τὸ λεγόμενον. ἐπὶ πασῶν γὰρ τῶν κατηγοριῶν ἐστὶ γένη καὶ εἴδη, ἀλλ’ ἡ μὲν οὐσία γένος ἐστὶ γενικώτατον, ὑπὸ δὲ ταύτην ἐστὶ τὸ σῶμα καὶ ὑπὸ τὸ σῶμα τὸ ἔμψυχον (τοῦτο γὰρ τὸ μέρος ἔλαβε τῆς διαιρέσεως παραλείψας τὸ τοῦ ἀσωμάτου, ἐπειδὴ τὰ αἰσθητὰ ἡμῖν γνωριμώτερα), καὶ ὑπὸ τὸ ἔμψυχον τὸ ζῷον καὶ ὑπὸ τοῦτο τὸ λογικὸν καὶ ὑπὸ τοῦτο ὁ ἄνθρωπος. ἀλλ’ ἔστιν ἡ μὲν οὐσία τὸ γενικώτατον καὶ ὃ μόνον γένος (οὐδὲν γὰρ πρότερον τῆς οὐσίας), ὁ δὲ ἄνθρωπος εἰδικώτατον καὶ ὃ μόνον εἶδος οὐδὲν γάρ ἐστι μετὰ τὸν ἄνθρωπον ἐν τοῖς καθόλου), τὸ δὲ σῶμά ἐστι καὶ γένος καὶ εἶδος, ἀλλ’ εἶδος μὲν τῆς οὐσίας γένος δὲ τοῦ ἐμψύχου, τὸ δὲ ἔμψυχον εἶδος μέν ἐστι τοῦ σώματος γένος δὲ τοῦ ζῴου· ζῷον γὰρ λέγεται τὸ ἔμψυχον καὶ αἰσθήσεως μετέχον, ἔμψυχον δέ ἐστι τὸ τρεφόμενον καὶ αὐξανόμενον καὶ γεννῶν ὅμοιον ἑαυτῷ· τὰ οὖν φυτὰ τούτων μετέχοντα τῶν δυνάμεων ἔμψυχα μέν ἐστιν, οὐ μέντοι καὶ ζῷα. τὰ δὲ ὄστρεα καὶ οἱ σπόγγοι ἔμψυχά τέ ἐστι καὶ πρὸς τούτοις μετέχει τῆς αἰσθητικῆς δυνάμεως προσιόντος γὰρ αὐτοῖς τινος ἀντιτύπου συστέλλονται, ἀπιόντος δὲ ἥδονται), καὶ κατά τι μὲν τοῖς φυτοῖς ὅμοιά ἐστι τὸ ἐρριζῶσθαι καὶ τρέφεσθαι, κατά τι δὲ τοῖς ζῴοις τὸ αἰσθάνεσθαι. πάλιν τὸ ζῷον εἶδος μὲν τοῦ ἐμψύχου γένος δὲ τοῦ λογικοῦ, καὶ τὸ λογικὸν γένος μέν ἐστι τοῦ θνητοῦ εἶδος δὲ τοῦ ζῴου, καὶ τὸ θνητὸν εἶδος μὲν τοῦ λογικοῦ γένος δὲ τοῦ ἀνθρώπου.