Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 42.1
Not analysed yet
Ἀλλ᾿ μὲν τῶν γενεαλογιῶν εἰς ἕνα ἀνάγουσι, φέρε εἰπεῖν τὸν Δία, τὴν ἀρχὴν ὡς ἐπὶ τὸ πλεῖστον. Ἀπορίαν τινὰ ἴσως ἄν ἐκίνησεν ἡμῖν τὸ παράδειγμα, ἣν φθάσας ὁ Πορφύριος ἐπιλύεται· ὑπέλαβε γὰρ ἄν τις, μήποτε ὡς ἐπὶ τῶν γενεαλογιῶν σειραὶ σχεδὸν ἐπὶ μίαν ἀρχὴν ἀνατρέχουσι, φέρε εἰπεῖν τὸν Δία (πάντων γὰρ τῶν ὄντων ἡ μυθοποιία πατέρα ἀνδρῶν τε καὶ θεῶν καλεῖ τὸν Δία), οὕτως καὶ ἐνταῦθα πᾶσαι αἱ κατηγορίαι ἐπὶ μίαν τινὰ ἀρχὴν ἀνατρέχουσιν, οἷον τὴν τοῦ ὄντος· καὶ γὰρ καὶ ἡ οὐσία ὄν ἐστι καὶ τὸ ποσὸν καὶ αἱ ἄλλαι κατηγορίαι. καὶ εἰ τοῦτο οὕτως, οὐκέτι ἔσονται γένη δέκα γενικώτατα, ἀλλὰ τὸ ὂν πάντων ἕν τι κοινὸν γένος. τοῦτ’ οὖν ἐπισημηνάμενος ὁ Πορφύριός φησι μὴ εἶναι τὸ ὂν γένος τῶν κατηγοριῶν. Ότι δὲ τὸ ὂν οὐκ ἔστι γένος τ(?) πάντα τὰ διαιρούμενα ἢ ὡς γένη εἰς εἴδη διαιρεῖται, ὡς ὅταν εἴπωμεν, τοῦ ζῴου τὸ μέν ἐστιν ἵππος τὸ δὲ κύων τὸ δὲ ἄνθρωπος, ἢ ὡς ὅλον εἰς μέρη, καὶ τοῦτο διττόν, ἢ γὰρ εἰς ὁμοιομερῆ διαιρεῖται ἢ εἰς ἀνομοιομερῆ καὶ εἰς ὁμοιομερῆ μὲν διαιροῦν. ται φλέβες, ἀρτηρίαι, ὀστᾶ, ταῦτα γὰρ διαιρούμενα ἔχει τὰ μέρη καὶ ἀλλήλοις ὅμοια καὶ τῷ ὅλῳ, εἰς ἀνομοιομερῆ δέ, ὡς ὅταν εἴπωμεν, ὅτι τοῦ σώματος τὸ μέν ἐστι κεφαλὴ τὸ δὲ χεὶρ τὸ δὲ πούς), ἢ ὡς ὁμώνυμος φωνὴ εἰς διάφορα σημαινόμενα, ὡς ὅταν εἴ- πωμεν, τοῦ κονὸς ὁ μὲν ἐστι χερσαῖος ὁ δὲ θαλάττιος ὁ δὲ ἀστρῷος, ἐὰν οὖν δειχθῇ ὅτι τὸ ὂν οὔτε ὡς γένος εἰς εἴδη οὔτε ὡς ὅλον εἰς μέρη διαιρεῖται εἰς τὰς κατηγορίας, λείπεται ὡς ὁμώνυμος φωνὴ τέμνεσθαι εἰς διάφορα σημαινόμενα. ὅτι μὲν οὗν οὐ διαιρεῖται ὡς γένος εἰς εἴδη, ἐν- τεῦθεν δῆλον· τὸ γένος διαιρούμενον εἴς εἴδη πᾶσι τοῖς εἴδεσιν ἐξ ἴσου πάρεστι, καὶ οὐ θεωρεῖται ἐν τοῖς εἴδεσι τὸ πρῶτον καὶ τὸ ὕστερον καὶ τὴν τοῦ γένους μετοχήν (οὐδὲ γὰρ μᾶλλον ὁ ἄνθρωπος τοῦ ἵππου ζῷόν ἐστι. καὶ πάλιν ἀναιρεθέντος ἑνὸς εἴδους οὐκ ἀνάγκη τὰ λοιπὰ εἴδη ἀναιρεθῆναι· ἀναιρεθέντος γὰρ τοῦ ἀνθρώπου οὐκ ἀναιρεῖται τὸ ζῷον οὐδὲ τὰ λοιπὰ εἴδη οἷον ἵππος καὶ κύων τὰ ἄλλα)· εἰ οὖν τὸ ὃν διαιρεῖται εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς τὰ εἴδη, οὐκ ἔδει ἐν αὐταῖς εἶναι τὸ πρῶτον καὶ τὸ δεύτερον οὐδὲ τὸ μὲν αὐτῶν μᾶλλον τοῦ ὄντος μετέχειν τὸ δὲ ἧττον. νῦν δὲ ἔστι τὸ πρῶιον καὶ τὸ ὕστερον· πρότερον γὰρ λέγομεν τὴν οὐσίαν καὶ τὰ λοιπὰ καθεξῆς, εἴ γε ἀναιρουμένης συναναιρεῖται καὶ τὰ συμβεβηκότα. ὅθεν καὶ μᾶλλον αὐτὴν τοῦ ὄντος μετέχειν φαμέν, εἴπερ ἡ οὐσία τοῖς συμβεβηκόσι τὸ εἶναι δίδωσι (ἐν αὐτῇ γὰρ ὑφεστήκασι) αὕτη μὲν τῶν συμβεβηκότων αὐιῇ εἰς τὸ εἶναι οὐ δεῖται, τὰ δὲ συμβεβηκότα οὐκ ἂν εἴη μὴ οὔσης αὐτῆς, ᾗ καὶ συμβέβηκε· τὸ γὰρ συμβεβηκός τινι προεπινοούμενον ἔχει τὸ ᾧ συμβέβηκεν. οὐκ ἄρα τὸ ὂν ὡς γένος εἰς εἴδη διαιρεῖται εἰς τὰς δέκα κατηγορίας· οὐ γὰρ ἂν ἑνὸς εἴδους ἀναιρεθέντος ἀναρεῖται τὸ γένος, ὡς εἴπομεν. νῦν δὲ τῆς οὐσίας ἀναιρεθείσης ἀναιροῦνται καὶ αἷ λοιπαὶ κατηγορίαι· ἐν αὐτῇ γὰρ τὸ εἶναι ἔχουσιν. οὐκ ἄρα τὸ ὂν ὡς γένος διαιρεῖται. ὥστε οὐ δύναται τὸ ὂν διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας ὡς γένος εἰς εἴδη. λέγω δὲ οὐδὲ ὡς· ὅλον εἰς μέρη· τοῦτο γὰρ ἢ ὡς ὁμοιομερὲς ἢ ὡς ἀνομοιομερὲς διαιρεῖται, ὡς εἴρηται. καὶ ὁμοιομερὲς μέν ἐστι τὸ ἔχον τὰ μέρη ὅμοια τῷ ὅλῳ, ὡς τὰ μέρη ὀνομάζεσθαι τῷ τοῦ ὅλου ὀνόματι καὶ μηδὲν ἀλλήλων διαφέρειν· τοῦ γὰρ ξύλου τὰ μέρη ξύλον ἕκαστον προσαγορεύεται καὶ οὐδὲν ἀλλήλων διαφέρει, ὁμοίως δὲ καὶ τοῦ νεύρου τὸ μέρος τῇ τοῦ ὅλου φωνῇ προσαγορεύεται καὶ ἡ σὰρξ καὶ ἡ φλέψ. ἀδύνατον ἄρα τὸ ὂν ὡς ὁμοιομερὲς διαιρεῖσθαι εἰς τὰς δέκα κατηγορίας· τὰ γὰρ μέρη, τοῦτ’ ἔστιν αἱ κατηγορίαι, εἰ καὶ τῇ τοῦ ὅλου προσηγορίᾳ προσαγορεύονται (ὄντα δὲ πᾶσαι καλοῦνται), ἀλλ’ ἀλλήλων διαφέρουσιν ὀνόματι καὶ πράγματι καὶ οὐκ εἰσὶν ὅμοιαι ἀλλήλαις· ἄλλο γὰρ σημαίνει ἡ οὐσία καὶ ἄλλο τὸ ποσόν. πάλιν τὸ ὡς ἀνομοιομερὲς διαιρούμενον οὐκ ἔχει τὰ μέρη ὀνομαζόμενα τῇ τοῦ ὅλου προσηγορίᾳ, ἃ καὶ διαφέρει ἀλλήλων· οἷον τοῦ προσώπου τὰ μέρη ἐστὶν ἡ ῥὶς καὶ οἱ ὀφθαλμοί, ἃ οὔτε τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται οὔτε ἀλλήλοις ἐστὶν ὅμοια· οὐ γὰρ τὴν ῥῖνα εἴποιμεν ἂν πρόσωπον ἢ τὸν ὀφθαλμόν. οὐδὲ οὖν ὡς ἀνομοιομερὲς τὸ ὃν δύναται διαιρεῖσθαι· εἰ γὰρ καὶ τὰ μέρη εἰσὶν ἀλλήλων διαφέροντα καὶ ὀνόματι καὶ πράγματι καὶ διὰ τοῦτο δόξει ἀνομοιομερὲς εἶναι τὸ ὄν, ἀλλ’ οὖν τῷ τοῦ ὅλου ὀνόματι τὰ μέρη προσαγορεύεται (ὃν γάρ ἐστι καὶ ἡ οὐσία καὶ τὸ ποσὸν καὶ τὸ ποιόν), τὰ δ’ ἀνομοιομερῆ τῷ τοῦ ὅλου ὀνόματι οὐ προσαγορεύεται. εἰ οὖν μήτε ὡς ὁμοιομερὲς μήτε ὡς ἀνομοιομερὲς τὸ ὂν δύναται εἰς τὰς δέκα κατηγορίας διαιρεῖσθαι, ἐδείχθη δὲ ὅτι οὐδὲ ὡς γένος εἰς εἴδη, λείπεται ἄρα ὡς φωνὴ ὁμώνυμος εἰς διάφορα σημαινόμενα διαιρεῖσθαι.