Ancient Greek · ~4 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 41
Not analysed yet
Ἀφορίζονται τοίνυν τὸ μὲν γενικώτατον οὕτως. Eἰρηκὼς τὸ γένος τὸ γενικώτατον καὶ τὰ ὑπάλληλα καὶ τὸ εἶδος τὸ εἰδικώτατον, νῦν λοιπὸν ὑπογράφει αὐτὰ καί φησι, τί μὲν τὸ γενικώτατον γένος, ὅτι ὃ γένος ὂν οὐκ ἔστιν εἶδος καὶ ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο ἐπαναβεβηκὸς γένος, τί δὲ τὸ εἰδικώτατον, ὃ εἶδος ὂν οὐκ ἔστι γένος καὶ ὃ οὐκ ἄν διελοίμεθα εἰς εἴδη, τί δὲ ἰά ὑπάλληλα, ὅτι τὰ αὐτὰ καὶ γένη καὶ εἴδη τυγχάνει. περὶ τούτων οὖν θέλει διαλεχθῆναι, καὶ σαφηνείας χάριν παραλαμβάνει παράδειγμα τὸ τῆς γενεαλογίας· φησὶ γὰρ ὅτι ὥσπερ ἐπὶ τῶν γενεαλογιῶν ἐστιν ὁ Ζεὺς ἀρχή τις καὶ μόνος πατήρ, οὐκέτι δὲ εἰ τύχοι υἱός, ὁ ὸὲ Ὀρέστης εἰ τύχοι μόνος υἱός, ὁ δ’ Ἀγαμέμνων πατὴρ μὲν τοὐ Ὀρέστου, υἱὸς δὲ τοῦ Ἀτρέως, ὁ δὲ Ἀτρεὺς πατὴρ μὲν τοῦ Ἀγαμέμνονος, οἱὸς δὲ τοῦ Πέλοπος, οὔτω καὶ ἐπὶ μόνως γένη, ὡς ἡ οὐσία, τὰ δὲ μόνως εἴδη, ὡς ὁ ἄνθρωπος.