Ancient Greek · ~5 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 44
Not analysed yet
Κἂν δὴ πάντα τις ὄντα καλῇ, ὁμωνύμως, φησί, καλέσει, ἀλλ’ οὐ συνωνύμως. Ὁμώνυμά ἐστι τὰ ὀνόματος μὲν τοῦ αὐτοῦ κοινωνοῦντα, οὐκέτι δὲ καὶ τοῦ πράγματος τοῦ διὰ τοῦ ὀνόματος σημαινομένου τοὺ αὐτοῦ μετέχοντα, οἷον ὁ ἀστρῷος κύων καὶ ὁ χερσαῖος· κοινωνοῦντες γὰρ τῷ ὀνόματι διαφέρουσι τοῖς πράγμασι τοῖς ὑπὸ τῶν ὀνομάτων σημαινομένοις, συνώνυμα δέ ἐστιν, ὧν καὶ τὸ ὄνομα κοινὸν καὶ ὁ κατὰ τὸ ὄνομα ὁρισμός, οἷον καὶ ὁ ἄνθρωπος καὶ ὁ ἵππος ζῷον ἑκάτερον· καὶ γὰρ ὄνομα κοινὸν ἔχουσι τὸ τοῦ ζῴου καὶ ὁρισμὸν τὸν αὐτὸν τὸν κατὰ τὸ ζῷον, ὅς ἐστιν οὐσία ἔμψυχος αἰσθητική. φησὶν οὖν ὅτι εἰ καὶ πάντα ὄντα καλοῦμεν, ὁμωνύ- μως λέγομεν, οὐ συνωνύμως· καθὰ γὰρ εἴρηται, ὁμώνυμά ἐστι τὰ μόνου ὀνόματος κοινωνοῦντα, συνώνυμα δὲ τὰ καὶ τοῦ ὀνόματος καὶ τοὐ ὁρισμοῦ. τὸ οὖν ὂν μόνου ὀνόματος κοινωνίαν παρέχει τοῖς ὑπ’ αὐτό (λέγονται ὄντα αἱ δέκα κατηγορίαι), οὐκέτι δὲ καὶ κατὰ τὸν τοῦ ὀνόματος ὁρισμὸν κοινωνοῦσιν ἀλλήλοις· ἄλλη γὰρ ἄλλου κατηγορία, καθὸ τὸ εἶναι ἔχει, ὀνόματός τε καὶ τοῦ κατὰ τοὔνομα τετύχηκεν ὁρισμοῦ. ὅθεν ὡς ὁμώνυμος φωνὴ τὸ ὂν εἰς δέκα κατηγορίας διαιρεῖται τὰς γενικωτάτας, εἰς ουσιαν ποσὸν ποιὸν πρός τι ποῦ πότε ποιεῖν πάσχειν κεῖσθαι ἔχειν.