Ancient Greek · ~2 min
45 to 46
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 45-46
Not analysed yet
Τὰ δ΄ ἄτομα, ἅπερ ἐστὶ μετὰ τα εἰδικώτατα, ἄπειρα. Άπειρά φησιν οὐ τῷ εἶναι ἀλλὰ τῷ πάλιν καὶ πάλιν γίνεσθαι, εἰδοποιοῖς δὲ διαφοραῖς ἀντὶ τοῦ ταῖς οὐσιώδεσι διαφοραῖς, οἷον τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον· εἰσὶ γὰρ καὶ μὴ οὐσιώδεις διαφοραί. Τὰ δ᾿ ἄπειρά φησιν ἐᾶν, μὴ γὰρ ἂν γενέσθαι τούτων ἐπιστήμην. Τοῦτό φησιν ὁ Πλάτων ἐν τῷ Σοφιστῇ· ἡ γὰρ ἐπιστήμη βούλεται λαμβάνειν τὸ ὁριστόν. τὸ οὖν ἀπερίληπτον οὐδ’ ἐπιστητὸν δύναται εἶναι. ἀμέλει, ὡς δέδεικται ἐν τῇ Ἀποδεικτικῇ, τῶν καθ’ ἕκαστα οὔθ’ ὁρισμός ἐστιν οὔτ’ ἐπιστήμη, ἀλλὰ μόνων τῶν καθόλου.