Ancient Greek · ~7 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 50
Not analysed yet
Ἀποδεδομένου δὲ τοῦ γένους καὶ τοῦ εἴδους τί ἐστιν ἑκάτερον αυτων. Ὑπέσχετο ὁ Πορφύριος διδάξαι περὶ τῶν προκειμένων φωνῶν λογικώτερον, τοῦτ’ ἔστι πρεπόντως τῇ λογικῇ πραγματείᾳ. μετὰ τοίνυν τὸ διδάξαι περὶ γένους καὶ εἴδους τί ἐστιν ἑκάτερον βούλεται προσθεῖναι, πῶς χρησίμη ἐστὶν ἡ περὶ αὐτῶν θεωρία ἐν τῇ λογικῇ πραγματείᾳ· ἐπειδὴ γὰρ ἡ λογικὴ πραγματεία καταγίνεται περὶ τὴν ἀπόδειξιν, ἡ δ’ ἀπόδειξίς ἐστι συλλογισμός τις, ἐν δὲ τῷ συλλογισμῷ δεόμεθα προτάσεων, ἡ δὲ πρότασις ἐκ δύο ὅρων σύγκειται, ὧν ὁ μέν ἐστιν ὑποκείμενος ὁ δὲ κατηγορούμενος, καὶ ὑποκείμενος μέν ἐστι περὶ οὗ ὁ λόγος, κατηγορούμενος δὲ ὁ περὶ ἐκείνου λεγόμενος, οἷον Σωκράτης περιπατεῖ (ὑπόκειται μὲν γὰρ Σωκράτης περὶ οὗ ὁ λόγος, κατηγορεῖται δὲ τὸ περιπατεῖν, ὅπερ κατ’ ἐκείνου λέγεται· πάλιν ἐὰν εἴπω ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ὑπόκειται μὲν ἡ ψυχή, κατηγορεῖται δὲ τὸ αὐτοκίνητον, καὶ ἐπὶ πάσης προτάσεως ὡσαύτως)· βούλεται περὶ τῶν γενῶν καὶ εἰδῶν τίνα τίνων κατηγορεῖται εἰπεῖν καὶ τίνα τίσιν ὑπόκειται. καὶ ἵνα γνῶμεν, πῶς συμπλεκόμενα προτάσεις ποιοῦσιν, ἐξ ὧν ὁ συλλογισμὸς γίνεται, περὶ ὃν ἡ λογικὴ καταγίνεται πραγματεία, φησὶν ὅτι τὸ μὲν γένος ἀεὶ τοῦ εἴδους κατηγορεῖται, οἷον τοῦ ἀνθρώπου τὸ ζῷον καὶ τούτου ἡ οὐσία, τὸ δ’ εἶδος οὐδέποτε τοῦ γένους κατηγορεῖται· οὐ γὰρ ἀληθὲς εἰπεῖν, ὅτι ἡ οὐσία ζῷόν ἐστιν ἢ ὅτι τὸ ζῷον ἄνθρωπος. δῆλον οὖν ὅτι ἀεὶ τὰ μὲν γένη τῶν εἰδῶν κατηγορεῖται, τὰ δὲ εἴδη τῶν γενῶν οὐδέποτε. καὶ ἁπλῶς εἰπεῖν, δεῖ τὰ κατηγορούμενα ἢ ἐπὶ πλέον εἶναι τῶν ὑποκειμένων ὡς τὸ ζῷον τοῦ ἀνθρώπου, ἢ ἐξισάζειν ὡς τὸ γελαστικὸν τῷ ἀνθρώπω. τὰ δ’ ἐξισάζοντα καὶ ἀντικατηγορεῖται· ὡς γὰρ λέγομεν, πᾶς ἄνθρωπος γελαστικόν, οὕτως καὶ πᾶν γελαστικὸν ἄνθρωπος.