Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 49
Not analysed yet
Καὶ ἔτι μᾶλλον τὸ γένος. Τὸ γὰρ εἶδος περιεκτικόν ἐστι τῶν κατὰ μέρος, τὸ δὲ γένος καὶ τῶν εἰδῶν· κάτωθεν μὲν γὰρ ἀπὸ τῶν ἀτόμων ἀνιοῦσιν ἐπὶ τὰ γενικώτατα πλήθει μὲν τὰ πράγματα στενοῦται, δυνάμει δὲ αὔξεται· ἰά γάρ εἴδη τῶν μὲν ἀτόμων πλήθει ἐστὶν ἐλάττονα, δυνάμει δὲ ὑπέρκειται καὶ αὔξει. ὁμοίως δὲ καὶ τῶν εἰδῶν τὰ γένη, μέχρις ἂν εἰς ἓν τὸ γενικώτατων φθάσωμεν. καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ μία ἐστὶν ἡ πάντων αἰτία καὶ ἀρχή, διὰ τοῦτο τὰ μὲν ταύτῃ πλησιάζοντα στενοῦται πλήθει, αὔξεται δὲ δυνάμει, τὰ δὲ πορρωτέρω αὐτῆς ὄντα τὸ ἔμπαλιν πληθύνεται μὲν ἀριθμῷ, μειοῦται δὲ δυνάμει.