Ancient Greek · ~4 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 58
Not analysed yet
Ἀλλὰ μέρος μὲν ἄλλου, ὅλον δὲ οὐκ ἄλλου ἀλλ᾿ ἐν ἄλλοις. Ἐπειδὴ τὸ ὅλον καὶ τὸ μέρος τῶν πρός τί ἐστι, τῶν δὲ πρός τι τὰ μὲν κατ’ ὀρθὴν πτῶσιν λέγομεν, τὰ δὲ κατά τινα τῶν πλαγίων, οἷον ὁ πατὴρ υἱοῦ πατήρ (ἐνταῦθα πρὸς γενικὴν ἡ ἀπόδοσις, κατὰ δὲ δοτικὴν ἀπόδοσις, ἐὰν εἴπω ὁ φίλος φίλῳ φίλος, εἰ δὲ λέξω ὁ τύπτων τυπτόμενον τύπτει, πρὸς αἰτιατικήν)· ἐπεὶ οὖν τοῦθ’ οὕτως ἔχει, διὰ τοῦτο εἶπε τὸ μέρος ἄλλου, τὸ δὲ ὅλον ἐν ἄλλοις· λέγομεν γὰρ τὸ μὲν μέρος τοῦ ὅλου μέρος καὶ ποιοῦμεν τὴν ἀπόδοσιν πρὸς γενικὴν δηλονότι, τὸ δὲ ὅλον οὐκέτι λέγομεν μέρους ὅλον (οὐ γὰρ σύγκειται ὃ ὅλον ἐξ ἑνὸς μέρους ἐκ πολλῶν), ἀλλὰ λέγομεν τὸ ὅλον τοῖς μέρεσιν ὅλον, καὶ γίνεται ἡ ἀπόδοσις πρὸς δοτικήν· τοῖς γὰρ μέρεσίν ἐστιν ὅλον τὸ ὅλον. καλῶς οὖν εἶπε τὸ ὅλον οὐκ ἄλλου ἀλλ’ ἐν ἄλλοις. ἰστέον δὲ ὅτι δυνατὸν καὶ πρὸς γενικήν, οὐχ ἑνικὴν ἀλλὰ πληθυντικήν, ἀποδοῦναι καὶ εἰπεῖν ‘τὸ ὅλον μερῶν ἐστιν ὅλον’, ἀλλ’ ὁ Πορφύριος τῇ πολλῇ χρήσει ἀκολουθεῖ πρὸς δοτικὴν ποιούμενος τὴν ἀπόδοσιν.