Ancient Greek · ~1 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 57
Not analysed yet
Τὸ δὲ εἶδος ὑπὸ τοῦ γένους· ὅλον γάρ τι τὸ γένος. Τὸ μὲν γὰρ γένος μόνως ὅλον, τὸ δὲ ἄτομον μόνως μέρος, τὸ δ’ εἶδὸς καὶ ὅλον καὶ μέρος, καὶ ὅλον μὲν ὡς πρὸς τὸ ἄτομον, μέρος δὲ ὡς πρὸς τὸ γένος.