Ancient Greek · ~12 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 60.1
Not analysed yet
Διαφορὰ δὲ κοινῶς τε καὶ ἰδίως καὶ ἰδιαίτατα λεγέσθω. Ὅτι μὲν ἡ διαφορὰ προτέρα ἐστὶ τοῦ εἴδους καὶ δι’ ἣν αἰτίαν πρότερον περὶ τοῦ εἴδους διελέχθη, ἤδη λέλεκται. νῦν οὖν περὶ τῆς διαφορᾶς ποιεῖται τὸν λόγον καὶ τῷ εἰρημένῳ κανόνι πάλιν χρώμενος ἀπαριθμεῖται τῆς διαφορᾶς τὰ σημ· αινόμτηα. ἵνα δὲ τοῖς μέλλουσι λέγεσθαι παρακολουθήσωμεν, εἴπωμεν οὕτως· ἡ διαφορὰ ἑτερότης ἐστί τινων πρὸς ἄλληλα. αὕτη οὖν ἡ ἑτερότης ἢ χωριστή ἐστι καὶ κατὰ συμβεβηκός, ἥτις πέφυκε χωρίζεσθαι ἐκείνων ὧν ἐστιν ἑτερότης, ἢ ἀχώριστος. οἷον διαφέρουσιν ἀλλήλων τινὲς τῷ τὸν μὲν ἑστάναι τὸν δὲ καθῆσθαι, καὶ δύναται ὁ καθήκαθήμενος στῆναι καὶ ὁ ἱστάμενος καθῆσθαι, καὶ διαφέρουσι κτὰ τοῦτο ἀλλήλων· αὕτη οὖν ἡ διαφορὰ λέγεται χωριστή, ἣν καλεῖ ὁ Hορφύριος κοινῶς, ἐπειδήπερ οὐκ ἰὑ̣ωρισuένω,́ τῷδέ τινι ὑπάρχει, ἀλλὰ κοινῶς πᾶσι. καὶ αὕτη μέν ἐστι χωριστὴ καὶ κατὰ συμβεβηκὸς ἡ διαφορά. εἰ δ’ ἀχώρισιος ἡ διαφορὰ ὑπάρχει, ἢ καθ’ αὑτὸ ὑπάρχει, τοὐτ’ ἔστι συμπληρωτική ἐστι τῆς τοῦ ὑποκειμένου οὐσίας, ἢ κατὰ κατὰ συμβεβηκός, τοῦτ’ ἔστι μηδὲν συντελοῦσα εἰς τὸ εἶναι τοῦ πράγματος. καὶ αὕτη μέν· ἐστιν ἀχώριστος καὶ κατὰ συμβεβηκὸς οἷον γρυπότης σιμότης γλαυκότης· διαφέρουσι γὰρ ἀλλήλων τινὲς τῷ τὸν μὲν σιμὸν εἶναι τὸν δὲ γρυπόν. αὗται δὲ κτὰ συμβεβηκὸς μέν εἰσιν ὡς μὴ οὖσαι τῶν οὐσιῶν συμπληρωτικαὶ τῶν ὑποκειμένων ἠδύνατο γὰρ ὁ Σωκράτης μὴ εἶναι σιμός, καὶ ὅμως εἶναι Σωκράτης), ἀχώριστοι δέ (οὐ γὰρ πεφύκασι χωρίζεσθαι τοῦ ὑποκειμένου), ἃς καλεῖ ὁ Πορφύριος ἰδίως, ἐπειδὴ ἀφωρισμένως τῷδέ τινι ὑπάρχει τὸ σιμόν. ἀχώριστον δέ ἐστι καὶ οὐ κατὰ συυͅσυμβεβηκὸς ἀλλὰ συuτͅληρωτικ̀ὸν τῆς οὐσίας οἷον τὸ λογικὸν τὸ θνητόν· διαφέρομεν μὰρ τῶν ἀλόγων ζῴων καθὸ ἡμεῖς μὲν λογικοί, ἐκεῖνα δὲ ἄλογα. ταύτην οὖν τὴν διαφορὰν ἰδιαίτάτα ἐκάλεσε. τῆς οὗν διαφορᾶς ἡ μὲν λέγεται κοινῶς ἡ δὲ ἰδίως ἡ δὲ ἰδιαίιατα· κοινῶς μὲν αἱ κατὰ συμβεβηκὸς καὶ χωρισταί, ἰδίως δὲ αἱ κτὰ συμβεβηκὸς καὶ ἀχώριστοι, αἱ δὲ ἀχώριστοι μὲν συμτͅληοωτι . αὶ δὲ τῆς οὐσίας τοῦ ὑποκειμένου καὶ οὖσαι καθ’ αὑτὸ ἰδιαίταια λέγονιαι. πρώτη μὲν οὖν διαίρεσις τῶν διαφορῶν αὕτη. πάλιν δὲ ἐπιδιαιρῶν αὐτάς φησιν ὅτι τῶν διαφορῶν αἱ μὲν ἀλλοῖον ποιοῦσι τὸ ὑποκείμενον, αἱ δὲ ἄλλο, ἡ μὲν κοινῶς καὶ ἰδίως λεγομένη διαφορὰ ἀλλοῖον (ἀλλοῖον γὰρ καθέζεσθαι καὶ τὸ ἑστάναι καὶ ἀλλοῖον τὸ σιμὸν καὶ τὸ γρυπόν), αἱ δὲ ἰδιαίτατα ἄλλο· ἄλλο γὰρ τὸ λογικὸν καὶ ἄλλο τὸ ἄλογον. τὸ μὲν γὰρ ἀλλοῖον κατά τι τῶν τοῦ πράγματος ἐναλλαγὴν ποιεῖται, τὸ δὲ ἄλλο πάντως ἕτερον ποιεῖ· τὸ μὲν γὰρ λογικὸν ζῷον ἄλλο παρὰ τὸ ἄλογον, ὁ δὲ καθεζόμενος τοῦ ἑστῶτος οὐκ ἄλλο, ἀλλοῖον δέ, ὁμοίως καὶ ὁ γρυπὸς τοῦ σιμοῦ. τριχῶς οὖν τῶν διαφορῶν λεγομένων τῶν μὲν κοινῶς τῶν δὲ ἰδίως τῶν δὲ ἰδιαίτατα περὶ τῶν ἰδιαίτατα παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· αἱ γὰρ ἰδίως καὶ αἱ κοινῶς εἰς διαίρεσιν τῶν γενῶν οὐ χρησιμεύουσιν· οὐ|δεὶς 26v γὰρ λέγει ὅτι τῶν ζῴων τὰ μὲν κάθηται τὰ δὲ ἵσταται (οὐ γὰρ περιλαμβάνομεν), οὐδὲ ὅτι τὰ μὲν σιμὰ τὰ δὲ γρυπὰ διὰ τὸ αὐτό. εἰ δὲ μὴ εἰς τὴν διαίρεσιν χρήσιμοι, οὐδ’ εἰς τοὺς ὁρισμούς· μόναι ἄρα αἱ ἰδιαίτατα χρησιμεύουσι.