Ancient Greek · ~4 min
61 to 64
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 61-64
Not analysed yet
Καὶ ἰδιαίτατα λεγέσθω. Το λεγέσθω προσθεὶς ἐσήμανε τὸ αὐτὸν τοῦτο τεθεικέναι τὸ ὄνομα· εἰώθασι γὰρ οἱ παλαιοί, ὅταν ὀνόματί τινι τῶν φερομένων κέχρηνται, λέγειν ‘λέγεται’, ὅταν δὲ αὐτοὶ ὀνόματα θῶσιν, εἰώθασι τὸ ‘καλείσθω’ λέγειν ἢ τὸ ‘λεγέσθω’. Διαφέρει γὰρ Σωκράτης Πλάτωνος τῇ ἑτερότητι. Καθὸ μὲν γὰρ ἄνθρωποι, οὐδὲν διαφέρουσι, καθὸ δὲ ὁ μέν, εἰ τύχοι, κάθηται ὁ δὲ περιπατεῖ, διαφέρουσι. Καὶ ἀεί γε ἐν ταῖς τοῦ πῶς ἔχειν ἑτερότησι. Τοῦτ᾿ ἔστιν· αὗται αἱ διαφοραὶ κατὰ συμβεβηκὸς θεωροῦνται. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘κατὰ συμβεβηκὸς’ εἶπεν ἐν τῖς τοῦ πῶς ἔχειν ἑτερότησιν, τησιν, ἐπειδήπερ τὸ συμβεβηκὸς ἐν τῷ πῶς ἔχειν κατηγορεῖται. Ὥσπερ ὁ ἄνθρωπος τοῦ ἵππου εἰδοποιῷ διαφορᾷ διενήνοχε τῇ τοῦ λογικοῦ ποιότητι. Τοῦτ᾿ ἔστι συμπληρωτικῇ τοῦ εἴδους· τὸ γὰρ ζῷον προσλαμβάνον μὲν τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ ἄνθρωπον, τὸ δὲ θνητὸν καὶ ἄλογον ποιεῖ ἵππον καὶ κύνα καὶ τἆλλα ζῷα. αὗται οὖν αἱ διαφοραὶ συντιθέμεναι τοῖς γένεσι ποιοῦσι τὰ εἴδη, καὶ διὰ τοῦτο εἰδοποιοὶ λέγονται.