Ancient Greek · ~5 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 65
Not analysed yet
Τῶν γὰρ διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσιν, αἰδὲ ἀλλοῖον. Ἄλλην διαίρεσιν ἐκτίθεται τῶν διαφορῶν· αἱ μὲν γάρ, φησί, ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ αἱ μὲν ποιοῦσαι ἄλλο καθ’ αὑτὰς αἱ δὲ ἀλλοῖον κατὰ συμβεβηκός εἰσι καὶ χωρισταί. χωριστὰς δὲ λέγουσι τὴν κοινῶς καὶ τὴν ἰδίως· καὶ αὕτη γὰρ χωριστὴ ἐπινοίᾳ· δύναμαι γὰρ τὸν Σωκράτην καὶ φαλακρὸν καὶ κομήτην ἐπινοῆσαι. τὴν δὲ ἰδιαίτατα οὐκέτι χωρίσαι αὐτοῦ οὐδὲ κατ’ ἐπίνοιαν δύναμαι· οὐδὲ γὰρ ἐπινοῆσαι τὸν ἄνθρωπον ἐκτὸς τοῦ λογικοῦ δυνατόν, ἐπειδὴ οὐκέτι ἔσται ἄνθρωπος· πάντες γὰρ ἄνθρωποι λογικοὶ καὶ πάντες θνητοί. ὥστε τὸν μὲν σιμὸν δύναμαι γρυπὸν νοῆσαι τοῦ αὐτοῦ ἀνθρώπου μένοντος, τὸν δὲ ἄνθρωπον οὐκέτι ἐκτὸς τοῦ λογικοῦ ἢ τοῦ θνητοῦ· οὐκέτι γὰρ ἄνθρωπος. ὥστε οὖν αἰ ἰδίως καὶ κοινῶς λεγόμεναι διαφοραὶ χωρισταί εἰσιν· ὅταν γὰρ ὁ ἱστάμενος καθίσῃ, οὐκ ἐγένετο ἄλλος, ἀλλὰ μόνον ἀλλοῖος, ὡς δηλοῖ τοῦτο καὶ ὁ ποιητὴς περὶ τοῦ Ὀδυσσέως κατὰ τὰ περὶ αὐτὸν συμβεβηκότα μεταβεβλημένου ὑπὸ τῆς Ἀθηνᾶς λέγων ἀλλοῖός μοι, ξεῖνε, φάνης νέον ἠὲ πάροιθεν· οὐ γὰρ εἶπεν ‘ἄλλος’ ἀλλὰ ‘ἀλλοῖος’. ἀλλὰ μὴν εἰ σιμὸς γρυπὸς ἐπινοηθείη, νοηθείη, οὐ παρὰ τοῦτο ἄλλος ἐγένετο, ἀλλ’ ἀλλοῖος· ὁ αὐτὸς γὰρ δύναται εἶναι. αἱ δὲ ἄλλο ποιοῦσαι εἰδοποιοί· τὸ γάρ λογικὸν οὐ ποιεῖ ἀλλοῖον τὸν ἄνθρωπον παρὰ τὸν ἵππον, ἀλλά ἄλλον· ἄλλα γὰρ λέγομεν τὰ τῇ οὐσίᾳ διαφέροντα. ὡς εἰρήκαμεν νῦν, οἷον ἄνθρωπον ἵππον.