Ancient Greek · ~6 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 67
Not analysed yet
Τῶν διαφορῶν τὰς μὲν εἶναι χωριστὰς τὰς δὲ ἀχωρίστους. Ἐντεῦθεν πάλιν ἄρχεται τελειοτέρας τῆς διαιρέσεως, ὥσπερ ἀπ’ ἀρχῆς τινος πρὸς τὸ αὐτὰς χωρί|σαι ἀπ’ ἀλλήλων. τῶν οὖν διαφορῶν αἱ μέν εἰσι χωρισταὶ αἱ δὲ ἀχώριστοι, καὶ ταύτῃ διακρίνονται αἱ κοινῶς τῶν ἰδίως καὶ ἰδιαίτατα. πάλιν τῶν διαφορῶν αἱ μὲν ποιοῦσιν ἄλλο αἱ δὲ ἀλλοῖον, καὶ ταύτῃ διακρίνονται αἱ ἰδιαίτατα τῶν ἰδίως καὶ κοινῶς. ἐκ τούτων οὖν τῶν ἀντιθέσεων, ἐξ ὧν διακρίνονται αἱ διαφοραὶ ἀλλήλων, γίνονται συζυγίαι ἕξ, ὧν αἱ δύο ὁμολογουμένως μέν εἰσιν ἀσύστατοι (οὐ γὰρ συνίσταται τὸ χωριστὸν καὶ τὸ ἀχώριστον ἢ τὸ ἀλλοῖον καὶ ἄλλο), τῶν δὲ τεσσάρων συζυγιῶν τῶν λοιπῶν μία ἐστιν ἀσύστατος, ἡ χωριστὴ καὶ ἄλλο ποιοῦσα, αἱ δὲ λοιπαὶ τρεῖς συνίστανται· αἱ μὲν γὰρ χωρισταὶ καὶ ἀλλοῖον ποιοῦσαί εἰσιν αἱ κοινῶς, αἱ δὲ ἀχώριστοι καὶ ἄλλο ποιοῦσαι αἱ ἰδιαίτατα, αἱ δ’ ἀχώριστοι καὶ ἀλλοῖον αἱ κατά συμβεβηκός εἰσι καὶ ἰδίως ὥσπερ ἡ γρυπότης. δόξειε δ’ ἂν καὶ ἕτερόν τι διάφορον εἶναι, τὸ τῶν χωριστῶν καὶ ἄλλο ποιουσῶν· κατὰ ἀλήθειαν δὲ καὶ αὕτη ἡ συζυγία ἀσύστατός ἐστι· τὸ μὲν γὰρ λογικὸν καθ’ αὑτὸ ὑπάρχει τῷ ἀνθρώπῳ (καθ αὑτὸ γὰρ ὁ ἄνθρωπος λογικὸς ὑπάρχει, διὸ καὶ ἄνθρωποι πάντες λογικοί), τὸ δὲ γρυπὸν ἢ μέλαν ἢ ἑστάναι ἤ τι τῶν παραπλησίων οὐ καθ’ αὑτό· οὐ γὰρ καθὸ ἄνθρωπος. γρυπός ἐστιν ἡ μέλας ἤ τι τῶν λοιπῶν, ἐπεὶ ἔδει πάντας ἀνθρώπους μέλανας ἢ γρυποὺς εἶναι. ὥστε κἄν μὴ ᾖ τις γρυπὸς ἢ μέλας, οὐδὲν ἧττον ἄνθρωπός ἐστιν. οὐδεμία ἄρα τῶν τοιούτων διαφορῶν ποιεῖ ἄλλο τι πρᾶγμα· ἀσύστατος ἄρα.