Ancient Greek · ~11 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 68.1
Not analysed yet
Ἐν τῷ τῆς οὐσίας λαμβάνονται λόγῳ. Ἀντὶ τοῦ ἐν τῷ λόγῳ τῷ δηλοῦντι τὴν φύσιν τοῦ πράγματος, τοῦτ’ ἔστι τῷ ὁρισμῷ· οἱ γὰρ ὁρισμοὶ ἐκ γένους καὶ τῶν συστατικῶν εἰσι διαφορῶν, τοῦτ’ ἔστι τῶν εἰδοποιῶν, αἵτινες οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γὰρ λέγεταί τις μᾶλλον λογικὸς οὐδὲ μᾶλλον θνητὸς καὶ ἧττον λογικὸς ἢ ἧττον θνητός· καὶ γὰρ καὶ οἱ μικροὶ παῖδες ὁμοίως εἰσὶ λογικοί, ἐμποδίζονται δὲ ὑπὸ τοῦ ὀργάνου πρὸς τὰς λογικὰς ἐνεργείας. καὶ ἀπλῶς δεῖ εἰδέναι, ὅτι ἐκεῖνα ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, ὅσα περὶ τὰ αὐτὰ ὑποκείμενα συνίστανται ἐναντία ὄντα, ἅτινα καὶ μίγνυνται ἀλλήλοις· οἷον λευκὸν λευκοῦ μᾶλλον γίνεται λευκὸν καὶ ἧττον, ἐπειδὴ τὸ αὐτὸ ὑποκείμενον ποτὲ μὲν λευκὸν γίνεται ποιὲ δὲ μέλαν καὶ μίγνυται ταῦτα ἀλλήλοις, τὸ λευκὸν λέγω τῷ μέλανι, καὶ ποῦ μὲν καθαρώτερα ποῦ δὲ ἐπιμεμιγμένα συμβαίνει γίνεσθαι. ἐπὶ δὲ τῶν οὐσιῶν οὐκ ἔστι τὸ μᾶλλον καὶ τὸ ἧττον, ἐπειδὴ οὐδὲ ἐναντίον ἐστὶ τῇ οὐσίᾳ, οὐδὲ τὸ λογικὸν καὶ τὸ ἄλογον περὶ τὸ αὐτὸ ὑποκείμενον συνίστανται. εἰ δέ τις εἴποι ‘πῶς οὖν ὁ Ἀριστοτέλης ἐν Κατηγορίαις εἶπεν “οὐσία δέ ἐστιν ἡ κυριώτατά τε καὶ πρώτως καὶ μάλιστα λεγομένη”; ἰδοὺ γὰρ “μάλιστα” εἶπεν ὡς ἂν τὸ μᾶλλον καὶ τὸ ἧττον ἐπιδεχομένης’, φαμὲν ὡς πρῶτον μὲν ὡς πρὸς τὴν ἡμετέραν γνῶσιν ἐκεῖνο λέγεται· πρώτην γὰρ εἶπε καὶ μάλιστα τὴν ἄτομον διὰ τὸ συνεγνῶσθαι μᾶλλον ἡμῖν καὶ πρώτην κατειλῆφθαι· ἐκ ταύτης γὰρ χρόνῳ καὶ ἐπιστήμῃ προκόψαντες πρόιμεν καὶ ἐπὶ τὴν δευτέραν, τὴν κατὰ τὰ γένη καὶ εἴδη. ἔπειτα εἰ καὶ συγχωρήσειέ τις ἐν αὐταῖς τὸ μᾶλλον καὶ τὸ ἧττον εἶναι, οὐκ ἐν ταῖς κατὰ πλάτος ἔσται, ἀλλ’ ἐν ταῖς κατὰ βάθος· οὐ γὰρ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἄνθρωπος ἢ μᾶλλον λο|γικὸς οὐδ’ ὁ ἵππος τοῦ βοὸς μᾶλλον ζῷον ἢ τούτων ὁ ἄνθρωπος, ἀλλ’ ἐν ταῖς κατὰ βάθος, ὡς εἶπον, δυνατόν πως θεωρῆσαι τοῦτο· αἱ γὰρ ἐπάνω τῶν ὑποκάτω τρανέστεραι, ὅσῳ καὶ ἀπολαύουσι τῶν κρειττόνων, οἷον μᾶλλον τὸ λογικὸν ἐν νῷ ἧττον δὲ ἐν τῇ ψυχῇ, καὶ μᾶλλον ἐν ἀγγέλοις, ἧττον δὲ ἐν οὐρανίοις σώμασιν, εἴπερ καὶ αὐτὰ ἔμψυχά εἰσι καὶ λογικά, καὶ εἰ τοῦτο, μᾶλλον ἐν τούτοις ἢ ἐν ἡμῖν. καὶ ἄλλως· ἡ οὐσία μᾶλλον ἐν τῷ ζῴῳ ἢ ἐν τῷ ἀνθρώπῳ, καὶ μᾶλλον ἐν τούτῳ ἢ ἐν τῷ Σωκράτει· εἰ γὰρ μὴ ἀμέσως ἡ οὐσία τῷ Σωκράτει, ἀλλὰ διὰ μέσου τοῦ ζῴου, κἀκ τούτου πάλιν διὰ μέσου τοῦ ἀνθρώπου ἐπιφοιτᾷ, πρόδηλον ὅτι τὰ πρώτως καὶ ἀμέσως τινὸς μετέχοντα τῶν δευτέρων καὶ διὰ μέσου μετεχόντων μᾶλλον μετέχει, καὶ καλῶς εἴρηται, ὡς αἱ μὲν κατὰ πλάτος οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, αἱ δὲ κατὰ βάθος ἐπιδέχονται· εἰ γὰρ αἱ κατὰ πλάτος ἐπεδέχοντο τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐκ ἄν οὐδὲ ἡ αὐτὴ ἀπόστασις ἦν αὐτῶν ἀπὸ τοῦ γένους, τοῦ τε λογικοῦ φημι καὶ τοῦ ἀλόγου καὶ τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου.