Ancient Greek · ~3 min
69 to 71
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 69-71
Not analysed yet
Αἱ δὲ κατὰ συμβεβηκός, κἄν ἀχώριστοι ὦσιν, ἐπίτασιν καὶ ἄνεσιν λαμβάνουσιν. Ἀντὶ τοῦ ‘ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον’· ταῦτα δὲ εἴληπται τὰ ὀνόματα ἀπὸ μεταφορᾶς τῶν χορδῶν· ἐκεῖ μὲν γὰρ ἡ μὲν ἐπιτεινομένη σφοδρὸν ἀποτελεῖ ψόφον ἡ δ’ ἀνειμένη ἐλάττονα. οὕτως οὗν οἱ φιλόσοφοι ἐπίτασιν μὲν λέγουσι τὴν σφοδρὰν ἀντίληψιν τοῦ πράγματος, ἄνεσιν δὲ τὴν ἐλάττονα. Αὗται μὲν γάρ εἰσιν αἱ τὸν ἑκάστου λόγον συμπληροῦσαι. Αἱ διαφοραὶ αἱ τῆς οὐσίας συμπληρωτικαί. αὗται δὲ καὶ τῶν ὁρισμῶν εἰσι συμπληρωτικαί· οἱ δὲ ὁρισμοὶ τοῦ αὐτοῦ οἱ αὐτοί εἰσιν ἀεί· οὐ γὰρ ποτὲ μὲν ζῷον λογικὸν ὁ ἄνθρωπος ποτὲ δὲ οὔ, ἀλλ’ ἀεὶ ὡσαύτως οὔτε ἐπίτασιν οὔτε ἄνεσιν ἐπιδεχόμενος. Ἢ κεχρῶσθαί πως. Τοῦτ᾿ ἔστι μέλαν ἢ λευκὸν εἶναι· ἐπιτείνεται γὰρ καὶ ἀνίεται· ἔστι γὰρ ἄλλο ἄλλου λευκότερον καὶ μελανώτερον.