Ancient Greek
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 73
Not analysed yet
Καὶ τούτων γε μάλιστα χρεία εἰς τὰς διαιρέσεις τῶν Τὸ μάλιστα προσέθηκεν, ὅτι πολλάκις διὰ τὴν ἀνθρωπείαν ἀσθένειαν ἀποροῦντες τοιούτων διαφορῶν παραλαμβάνομεν ἐκ τῶν κατὰ συμβεβηκός, οἷον. ἐπὶ τοῦ κόρακος ἀντὶ διαφορᾶς τὸ μέλαν λαμβάνομεν καὶ ἐπὶ τοῦ κύκνου τὸ λευκόν, ὡς ὅταν ἵππον ὁριζόμενοι εἴπωμεν, ζῷον εἶναι ἄλογον χρεμετιστικόν, τὸ ἰήιον ἐπουσιῶδες ὂν ἀντὶ διαφοράς οὐσιώδους λαμβάνομεν διὰ τὸ μὴ δύνασθαι οὐσιώδη διαφορὰν ἵππου |φέρε καὶ ὄνου εὑρεῖν.