Ancient Greek · ~11 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 79
Not analysed yet
Τῶν γὰρ πραγμάτων ἐξ ὕλης καὶ εἴδους συνεστώτων. τὴν αἰτίαν νὺν ἀποδίδωσι, διὰ τί τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστι. λέγει τοίνυν ὅτι πάντα τὰ ὄντα ἢ κυρίως ἐξ ὕλης καὶ εἴδους ὑπάρχει ἢ ἀνάλογον ὕλῃ καὶ εἴδει τὴν σύστασιν ἔχουσι. πᾶσι μὲν οὖν τοῖς φυσικοῖς πράγμασίν ἐστι τὸ ὑποκείμενον, ὃ καλοῦσι κυρίως ὕλην, τὴν ἀκαλλῆ καὶ ἀνείδεον. ἔστι δὲ καὶ κυρίως εἶδος τὸ κοσμοῦν αὐτὴν καὶ ἐν αὐτῇ γινόμενον. οὕτως μὲν οὖν ἡ κυρίως ὕλη καὶ τὸ κυρίως εἶδος ἐν τοῖς φυσικοῖς πράγμασι θεωρεῖται, ἐν δὲ τοῖς τεχνητοῖς τὸ ἀνάλογον. οἷον ἐκ χαλκοῦ γίνεται ἀνδριάς· οὐκοῦν ὁ χαλκὸς λέγεται ὕλη, ἀλλ’ οὐ κυρίως, ἀναλόγως δέ· οὐ γὰρ ἀνείδεος ὁ χαλκός, ἀλλ’ ἐπειδὴ ὑπέστρωται τῷ τεχνίτῃ καὶ ἐπιδέχεται τὸ τοῦ ἀνδριάντος εἶδος, ὥσπερ καὶ ἡ κυρίως ὕλη, διὰ τοῦτο ὕλη λέγεται. καὶ τὸ σχῆμα δὲ εἴδει ἀνάλογον καλεῖται, ἐπειδὴ τυποῖ τὸν χαλκόν· διότι γὰρ ὑπόκειται τοῖς φυσικοῖς μία τις ὕλη, διὰ τοῦτο καὶ εἰς ἄλληλα μεταβάλλουσι πάντα. ἀδύνατον δὲ ἦν εἰς ἄλληλα ἅπαντα μεταβάλλειν, εἰ μὴ μία τις καὶ κοινὴ ὕλη πᾶσιν ὑπέκειτο. οὕτω γοῦν τὰ χαλκᾶ σκεύη δυνατὰ εἰς ἄλληλα μεταβάλλειν κοινὴν ἔχοντα ὕλην, οἷον ἐκ λέβητος εἰς ἀνδριάντα· τὰ γὰρ μὴ ἔχοντα μίαν ὕλην οὐ δύναται μεταβάλλειν εἰς ἄλληλα· οὐ γὰρ ἂν γένοιτό ποτε ἐκ λέβητος τὸ ἀβάκιον. γίνεται δὲ ἐξ ἀέρος ὕδωρ καὶ ἐξ ὕδατος ἀὴρ καὶ ἐξ ἀέρος πῦρ τῷ μίαν ἔχειν τὴν ὑποκειμένην ὕλην· δῆλον ὅτι δεξαμένη αὐτὴ ψυχρότητα καὶ ὑγρότητα γίνεται ὕδωρ, θερμότητα δὲ καὶ ξηρότητα γίνεται πῦρ, καὶ τὰ ἄλλα ὁμοίως. πάντα οὖν τὰ φυσικὰ πράγματα ἐξ ὕλης ἐστὶ κυρίως καὶ εἴδους, ὥσπερ ἄνθρωπος καὶ ἵππος καὶ τὰ ἄλλα, τὰ δὲ τεχνητὰ ἐξ ἀναλόγου μὲν τῇ ὕλῃ, οἷον τῶν ξύλων, ἐξ ἀναλόγου δὲ τῷ εἴδει, τοῦ τοιούτου σχήματος. φησὶν οὖν ὅτι τὸ μὲν γένος ὕλης ἔχει λόγον, αἱ δὲ διαφοραὶ εἴδους· ὥσπερ γὰρ κατὰ μὲν τὴν οὐσίαν οὐδὲν διαφέρει ἀλλήλων οἷον τὰ χαλκᾶ σκεύη, ἡ δὲ διαφορὰ κατὰ τὸ σχῆμα γίνεται, οὕτω κατὰ μὲν τὸ γένος, καθ’ ὃ ζῷά ἐσμεν, οὐδὲν διαφέρει ἄνθρωπος, ἵππος, κύων καὶ τὰ ἄλλα, κατὰ μέντοι τὰς διαφορὰς διαφέρει· τὸ γὰρ ζῷον δεξάμενον τὸ λογικὸν καὶ τὸ θνητὸν ποιεῖ τὸν ἄνθρωπον, τὸ δ’ ἄλογον καὶ τὸ θνητὸν πάλιν δεξάμενον ποιεῖ τὸν ἵππον. ὥστε ὕλῃ μὲν ἀναλογεῖ τὸ γένος, εἴδει δὲ αἱ διαφοραί. ἐπεὶ οὖν ἡ μὲν ὕλη ἑκάστῳ τὸ εἶναι παρέχει, τὸ δ’ |εἶδος τὸ τοιόνδε καὶ τὸ τοιόνδε, εἰκότως τὸ μὲν γένος ἐν τῷ τί ἐστι κατηγορεῖται ὡς. ἀναλογοῦν τῇ ὕλῃ, ἡ δὲ διαφορὰ ἐν τῷ ὁποῖόν τί ἐστιν ὡς ἀναλογοῦσα τῷ εἴδει.