Ancient Greek · ~2 min
75 to 78
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 75-78
Not analysed yet
Οὔτε οὐδὲν τούτων ἐστί. Τοῦτ᾿ ἔστιν ἀμέτοχον· προσυπακουστέον γὰρ τὸ τοιοῦτον· εἰ γὰρ μὴ μετεῖχε λογικοῦ καὶ θνητοῦ τὸ ζῷον, πόθεν εἶχε τὸ εἶδος δέξασθαι; Οὔτε δὲ πάσας τὰς ἀντικειμένας. Ἐπεὶ ἔσονται τὰ ἐναντία ἅμα. Ἀλλ’ ὡς ἀξιοῦσιν. Ἐπειδὴ ὁ Πορφύριος Πλατωνικὸς ὢν οὐ τὰ αὐτῷ ἀρέσκοντα λέγει, εἶπεν ὡς ἀξιοῦσιν οἱ Περιπατητικοί· φυσιολογοῦντες γὰρ καλῶς οὕτω πρεσβεύουσιν, ὅτι τὰ καθόλου δυνάμει πρότερον ἔχει τὰ μερικά, καὶ οὕτως εἰς τὴν ενεργειαν προκοπτει. Ὁρίζονται δὲ αὐτὴν καὶ οὕτως. Ἐνταῦθα τελείαν ὑπογραφὴν λέγει λαμβανομένην ἐκ τῆς τῶν φωνῶν διαιρέσεως τῆς λεγούσης, τῶν φωνῶν αἱ μὲν ἄσημοι αἱ δὲ σημαντικαί.