Ancient Greek · ~15 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 8.1
Not analysed yet
τὸ δ’ ὅπως περὶ αὐτῶν. Υπόσχεσις ἦν τῷ φιλοσόφῳ χρήσιμον ποιήσειν τὸ βιβλίον καὶ εἰς τὰς Ἀριστοτέλους Κατηγορίας, αἵτινες ὁδοί εἰσι καὶ προαύλια εἰς πᾶσαν τὴν τῶν φιλοσόφων λογικὴν θεωρίαν. τοῦ δὲ λόγου πολλά εἰσι μέρη, ἀποφαντικὸν εὐκτικὸν κλητικὸν προστακτικὸν πυσματικόν, καὶ ἄλλα δέ ἐστιν, εἰ κατὰ τὸ λεπτὸν σκοπήσομεν. ἀλλ’ ἐν ταῖς Κατηγορίαις οὐ περὶ πάντων διαλέγεται, ἀλλὰ περὶ μόνου τοὐ ἀποφαντικοῦ· οὗτος γὰρ καὶ ὁ τῆς γνωστικῆς ψυχῆς ἄγγελος· οἱ γὰρ ἄλλοι τῆς ὀρεκτικῆς ψυχῆς ὑπάρχουσιν· ὁ γὰρ εὐχόμενος ὀρεγόμενός τινος εὔχεται, καὶ ὁ προσαγορεύων τινὰ ὀρεγόμενός τινος προσαγορεύει, ὁμοίως δὲ καὶ ὁ προσφωνῶν τινα πράττει. μόνος δὲ ὁ ἀποφαντικὸς λόγος περιέχει τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· οἱ γὰρ ἄλλοι οὔτε ἀληθεύουσιν οὔτε ψεύδονται· κἂν γὰρ καλῇ τίς τινα, οὔτε ἁληθεύει οὔτε ψεύδεται ὁμοίως δὲ καὶ εἰ εὔχεται ἢ προσαγορεύει. ὁ δὲ ἀποφαντικὸς λόγος ἢ ἀληθεύει ἢ ψεύδεται, οἷον ἀποφαίνεται περὶ ψυχῆς, ὅτι θνητή ἐστιν ἢ ἀθάνατος, καὶ πάντως ἢ ἀληθεύει ἢ ψεύδεται. ἀποφαντικὸς γὰρ λόγος ἐστὶν ὁ ἄλλῳ ἄλλο τι ὡς ὑπάρχον ἢ μὴ ὑπάρχον ἀποφαινόμενος. περίεχει δὲ οὗτος ἐν ἑαυτῷ δύο τινά, τό τε κατηγορούμενον καὶ τὸ ὑποκείμενον. ἵνα δὲ σαφὴς γένηται ἡμῖν ὁ λόγος, εἴπωμεν οὕτως· δεῖ εἰδέναι ὅτι ὑποκείμενον λέγεται περὶ οὗ ὁ λόγος, κατηγορούμενον δὲ τὸ περὶ ἐκείνου λεγόμενον. οἷον ὁ ἄνθρωπος ζῷόν ἐστιν· ὑπόκειται μὲν ὁ ἄνθρωπος, κατηγορεῖται δὲ τὸ ζῷον. ὁμοίως δὲ καὶ περὶ ψυχῆς, ὅτι ἀθά· νατός ἐστι· περὶ τίνος νῦν διαλέγομαι; ἢ δῆλον ὅτι περὶ ψυχῆς· καὶ ὑπόκειται κειται ἡ ψυχή, κατηγορεῖται δὲ αὐτῆς τὸ ἀθάνατον. ὥστε οὖν καλῶς εἴρηται, ὅτι ὁ ἀποφαντικὸς λόγος ὑποκείμενον ἔχει καὶ κατηγορούμενον. Δυνατὸν οὖν ἐστι περὶ τῶν γενῶν τε καὶ εἰδῶν καὶ θεολογικῶς μὲν διαλέγεσθαι, ὁπόταν ζητῶμεν ὅτι ἀρα ὁ θεὸς ἔχει ἐν ἑαυτῷ τῶν γενῶν τε καὶ εἰδῶν τὰ ἐκτυπώματα ἢ οὐκ ἔχει, ἄρα ἀληθής ἐστιν ἡ Πλάτωνος δόξα, ὅτι αἱ ἰδέαι εἰσὶν νοηταὶ αὐταὶ καθ’ ἑαυτὰς ὑφεστῶσαι, ἅς καὶ ὄντως οὐσίας καὶ πρώτας οὐσίας καλεῖ, ἢ οὔ, ὡς καὶ Ἀριστοτέλει δοκεῖ. φυσικῶς δὲ ὡς ὅταν ἐπισκοπῶμεν, ἆρά γε ἡ φύσις ἐν ἑαυτῇ ἔχει τοὺς λόγους τῶν γενῶν τε καὶ εἰδῶν, ἢ οὐκ ἔχει· οὐδὲ γὰρ ὥσπερ ἡ χιὼν ἀλόγως ψύχει ἢ ὥσπερ τὸ πῦρ καίει, οὕτως καὶ ἡ φύσις ποιεῖ, ἀλλὰ δῆλον ὅτι λόγῳ τινὶ πάντα εἰ καὶ μὴ γινώσκουσα ἃ |ποιεῖ. ἄλλως τε καὶ οὕτως ἔστι φυσικῶς περὶ αὐτῶν ζητεῖν, ἆρά ἐστι ταῦτα ἐν τοῖς πολλοῖς, τὸ ἁπλῶς ζῷον ἐν πᾶσι τοῖς καθ’ ἕκαστα καὶ ὁ ἀπλῶς ἄνθρωπος, ἢ οὔ (καὶ τίς κοινή οὐσία ἐν πᾶσι τοῖς καθ’ ἕκαστα θεωρουμένη), ἀλλὰ πᾶν ὅτι ἂν θεωρῆται ἐν τοῖς καθ’ ἕκαστον, ἄτομόν ἐστιν. ἔστι δὲ καὶ λογικῶς περὶ τούτων, τοῦτ’ ἔστιν ἀποφαντικῶς καὶ πρεπόντως τῇ λογικῇ θεωρίᾳ, ζητεῖν. πρέπει δὲ αὐτῇ τὸ ζητεῖν, τίνα μὲν τούτων τίσιν ὑπόκειται, τίνα δὲ τίνων κατηγορεῖται, ὅτι τὰ γένη κατηγορεῖται τῶν διαφορῶν καὶ τῶν εἰδῶν, οὐ μὴν ἔμπαλιν. εἰρήκαμεν γὰρ ὅτι τάξιν τινὰ εἰς ἄλληλα ἀποσώζουσιν τὸ γένος καὶ ἡ διαφορὰ καὶ τὸ εἶδος, καὶ ὅτι πρωτεύει μὲν τὸ γένος, δευτέραν δὲ τάξιν ἔχει τὸ εἶδος, μέσην δὲ ἡ διαφορά, καὶ δεῖ τὰ μὲν ἄνω τῶν ὑποκάτω κατηγορεῖσθαι, οὐ γὰρ τὰ ὑποκάτω τῶν ἐπάνω. οἷον ἐὰν εἴπωμεν ᾿πᾶς ἄνθρωπος ζῷον᾿ ἀληθεύομεν, ἐὰν δὲ ἀντιστρέψαντες εἴπωμεν ᾿πᾶν ζῷον ἄνθρωπος᾿ ψευδόμεθα. καὶ πάλιν ἐὰν εἴπωμεν ἶπάς ἵππος ἄλογον᾿ ἀληθεύομεν, εἰ δὲ ἀντιστρέψαντες εἴπωμεν ᾿πᾶν ἄλογον ἵππος᾿ ψευδόμεθα. οὐ γὰρ ἔστι τὸ τυχὸν ποιῆσαι ὑποκείμενον· οὐ γὰρ ἔστιν εἰπεῖν ‘τὸ ζῷον ἄνθρωπός ἐστιν᾿, ὡς ἤδη εἴρηται. δεῖ οὖν εἰπεῖν ποῖα δεῖ ποιεῖν ὑποκείὁπόταν μένα, ποῖα δὲ κατηγορούμενα, ἃ καὶ διδάξει ὁ φιλόσοφος. καὶ διὰ τοῦτο εἶπε λογικώτερον, ἀντὶ τοῦ πρεπόντως τῇ λογικῇ πραγματείᾳ.