Ancient Greek · ~23 min
ΑΜΜΩΝΙΟΥ ΕΡΜΕΙΟΥ ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΠΕΝΤΕ ΦΩΝΩΝ
Ammonius, In Porphyrii Isagogen Sive Quinque Voces 7.1
Not analysed yet
Αὐτίκα περὶ γενῶν τε καὶ εἰδῶν. ᾿Υπέσχετο ὁ Πορφύριος καὶ σύντομον ποιῆσαι τὴν διδασκαλίαν καὶ τὴν λέξιν σαφῆ καὶ τῶν βαθυτέρων ἀπέχεσθαι ζητημάτων. ἵνα οὖν μή τις εἴπῃ, ὅτι οὐκ ἦν τι περὶ τούτων βαθὺ ζήτημα, αὐτὸ τοῦτο βούλεται παραστῆσαι ἡμῖν ὁ φιλόσοφος διὰ τούτου, ὅτι ἦν μὲν περὶ τούτων βαθύτερόν τι ζήτημα, ἐξεπίτηδες δὲ παρέλιπεν. ἵνα δὲ σαφὲς γένηται τὸ λεγόμενον, εἴπωμεν οὕτως. τῶν ὄντων τὰ μὲν ὑφέστηκε, τὰ δὲ ἐν ψιλαῖς ἐπινοίαις ὑπάρχει οἷον ἱπποκένταυρος τραγέλαφος, ἅτινα ἐπινοούμενα μὲν ὑφίσταται, μὴ ἐπινοούμενα δὲ οὐχ ὑφίσταται, ἀλλὰ παυσαμένης τῆς ἐπινοίας καὶ αὐτὰ συμπαύεται· οὐ γάρ ἐστιν ὁ ἱπποκένταυρος ἐν ὑποστάσει, ἀλλὰ θεασάμενοι ἵππον καὶ ἄνθρωπον ἀνεπλάσαμεν τῇ ἐπινοίᾳ σύνθετόν τι τὸν ἱπποκένταυρον. ὁμοίως δὲ καὶ τράγον μὲν ἐποίησεν ἡ φύσις καὶ ἔλαφον, ἀναπλάσαντες δὲ καθ’ ἑαυτοὺς τῇ ἐπινοίᾳ ἀποτελοῦμεν σύνθετόν τι τὸν τραγέλαφον, καὶ ταύτῃ τὸ εἶναι ἔχει. ὁ τοίνυν Ἀντισθένης ἔλεγε τὰ γένη καὶ τὰ εἴδη ἐν ψιλαῖς ἐπινοίαις εἶναι λέγων ὅτι “ἵππον μὲν ὁρῶ, ἱππότητα δὲ οὐχ ὁρῶ” καὶ πάλιν “ἄνθρωπον μὲν ὁρῶ, ἀνθρωπότητα δὲ οὐχ ὁρῶ.” ταῦτα ἐκεῖνος ἔλεγε τῇ αἰσθήσει μόνῃ ζῶν καὶ μὴ δυνάμενος τῷ λόγῳ εἰς μείζονα εὕρεσιν ἑαυτὸν ἀνενεγκεῖν. τῶν οὖν ὑφεστηκότων τὰ μὲν σώματά ἐστι, τά δὲ ἀσώματα. ὅλως δὲ τῶν παλαιῶν οἱ μὲν ἔλεγον εἶναι ταῦτα, οἱ δὲ μὴ εἶναι. τῶν δὲ λεγόντων εἶναι οἱ μὲν ἔλεγον σώματα, οἱ δὲ ἀσώματα. καὶ οἱ μὲν λέγοντες σώματα εἶναι πάντες ἐπὶ τῆς αὐτῆς δόξης ἔμειναν, τῶν δὲ λεγόντων εἶναι ἀσώματα, ἐπειδὴ τῶν ἀσωμάτων, ὡς διῄρηται, τὰ μὲν καθ’ ἑαυτὰ ὑφέστηκεν ὡς ἄγγελος καὶ θεός, τὰ δὲ ἐν ἑτέροις ὡς ἡ λευκότης καὶ τὰ σχήματα· ταῦτα οὖν οἱ μὲν καθ’ αὑτά, οἱ δὲ ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι ἔλεγον. πάλιν δὲ ἐπειδὴ τὰ ἐν τοῖς αἰσθητοῖς ὑφεστῶτα ἀσώματα ἢ δι’ ὅλου ἐστὶν ὡς ἡ ἐν τῷ ψιμμυθίῳ λευ- κότης ἢ κατὰ τὴν ἐπιφάνειαν ὡς τὸ σφαιροειδὲς σχῆμα, τῶν λεγόντων ἐν τοῖς αἰσθητοῖς ὑφεστάναι οἱ μὲν αὐτὰ δι’ ὅλου ἔλεγον εἶναι, οἱ δὲ κατὰ τὴν ἐπιφάνειαν. ἕτεροι δὲ πάλιν περὶ τὰ ὑφεστῶτα ἔλεγον αὐτὰ ὑφεστάναι. τί δέ ἐστι ‘περὶ τὰ ὑφεστῶτα᾿; οἷον ὡς ὅ τε τόπος (οὖτος γὰρ περιέχει τὰ αἰσθητά) καὶ ὁ χρόνος. τοσούτων οὖν οὐσῶν αἱρέσεων περὶ τοὐ εἶναι ταῦτα καὶ μὴ εἶναί φησι δυνατὸν ἦν ζητεῖν περὶ γενῶν τε καὶ εἰδῶν εἴτ’ εἰσὶν εἴτε ἐν ψιλῇ ἐπινοίᾳ κεῖνται· οὕτω γὰρ ὁ Ἀντισθένης ᾤετο. καὶ εὑρὼν δὲ αὐτὰ ὑφεστηκότα ἠδύνατο πάλιν ζητεῖν, εἴτε σώματά ἐστιν εἴτε ἀσώματα· γεγόνασι γὰρ ἑκατέρου τῆς διαιρέσεως τμήματος προστάται. στάται. πάλιν δὲ εὑρὼν αὐτά, εἰ τύχοι, ἀσώματα ζητεῖν ἠδύνατο, εἰ ἀχώριστά ἐστι τῆς ὕλης καὶ ἐν τοῖς πολλοῖς ἢ πρὸ τούτων καὶ κεχώρισται. Ἵνα δὲ σαφὲς ἡ τὸ λεγόμενον, δι’ ὑποδείγματος διεξέλθωμεν τῷ λόγῳ. οὐδὲ γὰρ ἀπλῶς οὕτως καὶ ὡς ἔτυχεν οἱ μὲν σώματα αὐτὰ λέγουσιν οἱ δὲ ἀσώματα, ἀλλὰ μετὰ λογισμοῦ τινος, οὐδὲ ἐναντιοῦνται ἀλλήλοις· εἰκότα γὰρ ἕκαστοι λέγουσιν. ἐννοείσθω τοίνυν δακτύλιός τις ἐκτύπωμα ἔχων, εἰ τύχοι, Ἀχιλλέως καὶ κηρία πολλὰ παρακείμενα, ὁ δὲ δακτύλιος σφραγιζέτω τοὺς κηροὺς πάντας. ὕστερον δέ τις εἰσελθὼν καὶ θεασάμενος τὰ κηρία, ἐπιστήσας ὅτι πάντα ἐξ ἑνός εἰσιν ἐκτυπώματος, ἐχέτω παρ’ αὑτῷ τῷ τὸν τύπον ὅ ἐστι τὸ ἐκτύπωμα ἐν τῇ διανοίᾳ. ἡ τοίνυν σφραγίς ἡ ἐν τῷ δακτυλιδίῳ λέγεται πρὸ τῶν πολλῶν εἶναι, ἡ δὲ ἐν τοῖς κηρίοις ἐν τοῖς πολλοῖς, ἡ δὲ ἐν τῇ διανοίᾳ τοῦ ἀπομαξαμένου ἐπὶ τοῖς πολλοῖς καὶ ὑστερογενής. τοῦτο οὖν ἐννοείσθω καὶ ἐπὶ τῶν γενῶν καὶ εἰδῶν· ὁ γὰρ δημιουργὸς πάντα ἔχει παρ’ ἑαυτῷ τὰ πάντων παραδείγματα, οἷον ποιῶν ἄνθρωπον ἔχει παρ’ ἑαυτῷ τὸ εἶδος τοῦ ἀνθρώπου, πρὸς ὃ ἀφορῶν πάντας ποιεῖ. εἰ δέ τις ἐνσταίη λέγων, ὡς οὐκ εἰσὶν ἐν τῷ δημιουργῷ τὰ εἴδη, ἀκουέτω ταῦτα, ὡς ὁ δημιουργὸς δημιουργεῖ ἢ εἰδὼς τὰ ὑπ’ αὐτοῦ δημιουργούμενα ἢ μὴ εἰδώς· ἀλλ’ εἰ μὲν μὴ εἰδώς, οὐκ ἄν δημιουργήσαι· τίς γὰρ ποιήσειέ τι ἀγνοῶν ὃ μέλλει ποιεῖν; οὐ γὰρ ὡς ἡ φύσις ἀλόγῳ δυνάμει ποιεῖ, ὅθεν καὶ ποιεῖ ἡ φύσις οὐκ ἐφιστάνουσα γνωστικῶς τῷ γινομένῳ. εἰ δέ τι καθ’ ἕξιν λογικὴν ποιεῖ, οἶδέ που πάντως τὸ γινόμενον. εἰ τοίνυν μὴ χεῖρον ἢ κατὰ ἄνθρωπον ὁ θεὸς ποιεῖ, οἶδε τὸ ὑπ’ αὐτοῦ γινόμενον. εἰ δ’ οἶδεν ὃ ποιεῖ, αὐτόθεν δῆλον, ὡς ἔστιν ἐν τῷ δημιουργῷ τὰ εἴδη. ἔστι δὲ τὸ εἶδος ἐν τῷ δημιουργῷ ὡς ὁ ἐν τῷ δακτυλιδίῳ τύ- πος, καὶ λέγεται τοῦτο τὸ εἶδος πρὸ τῶν πολλῶν καὶ χωριστὸν τῆς ὕλης. ἔστι δὲ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐν τοῖς καθ’ ἕκαστον ἀνθρώποις, ὡς τὰ ἐν τοῖς κηροῖς ἐκτυπώματα, καὶ λέγεται τὰ τοιαῦτα ἐν τοῖς πολλοῖς εἶναι καὶ ἀχώριστα τῆς ὕλης. θεασάμενοι δὲ τοὺς κατὰ μέρος ἀνθρώπους ὅτι πάντες τὸ αὐτὸ εἶδος τοῦ ἀνθρώπου |ἔχουσιν, ὡς ἐπὶ τοῦ ὕστερον ἐλθόντος καὶ θεασαμένου τὰ κηρία. ἀνεμαξάμεθα αὐτὸ ἐν τῇ διανοίᾳ, καὶ λέγεται τοῦτο ἐπὶ τοῖς πολλοῖς ἢ μετὰ τοὺς πολλοὺς καὶ ὑστερογενές. εἰσὶ δὲ τὰ τοιαῦτα σωμάτων μὲν χωριστά (οὐδὲ γὰρ ἐν σώματι ὑφέστηκεν, ἐν ψυχῇ), οὐχ ἁπλῶς δὲ χωριστά· οὐδὲ γὰρ αὐτὰ καθ’ αὑτὰ γνωρίζεσθαι δύναται, οἷα τὰ πρὸ τῶν πολλῶν εἴδη ὑποτίθεται ὁ Πλατῶν· οὐδὲ γὰρ ἀπλῶς νοήσεις αὐτὰ εἶναι τοῦ δημιουργοῦ βούλεται, ἀλλὰ πάντως οὐσίας νοητάς, πρὸς ἃς ἀφορῶντα τὸν δημιουργὸν ὡς πρὸς ἀρχετύπους εἰκόνας τὰ τῇδε ποιεῖν. τοῦτο οὖν φησι ζητεῖν ἦν, εἴτε ἀσώματα ὄντα χωριστά ἐστιν ὡς τὰ παρὰ τῷ δημιουργῷ, ἢ ἀχώριστα ὡς τὰ ἐν τοῖς πολλοῖς, ἢ μετὰ τὰ αἰσθητά, τοῦτ’ ἔστι τὰ ἐπὶ τοῖς πολλοῖς. ταῦτα δὲ πάντα παραιτεῖται τεῖται λέγειν. ἰστέον δὲ ὅτι περὶ ταῦτα δοκοῦσιν διαφωνεῖν Ἀριστοτέλης καὶ Πλατῶν· ὁ μὲν γὰρ Ἀριστοτέλης ἀχώριστα αὐτὰ εἶναί φησι τῆς ὕλης, ὁ δὲ Πλατῶν χωριστά. εἴτε δὲ διαφωνοῦσι πρὸς ἑαυτοὺς οἱ φιλόσοφοι εἴτε μή δοκεῖ γὰρ τούτοις Ἀριστοτέλης ὡς φυσικοῖς κεχρῆσθαι), ἐπισκοπεῖν οὐ τοὐ παρόντος καιροῦ.