Ancient Greek · ~4 min
Folio 230v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 230v
Not analysed yet
τῶν πρὸς Πολέμαρχον λόγων ἐπὶ παραδειγμάτων τοιούτων· δίκαιον κακοὺς κακῶς ποιεῖν, ἀγαθοὺς εὖ φίλους κακῶς ποιεῖν καὶ ἐχθροὺς εὖ ἀναγκ. ἐνδεχ. ἐνδεχ. ὁ δίκαιοςφίλους εὖ ποιεῖ καὶ ἐχθροὺς κακῶς κακοὺς εὖ ποιεῖ εἰ τύχοιεν φίλοι ὄντες, ἀγαθοὺς εὖ ἀναγκ. ἐνδεχ. ἐνδεχ. Ἐπὶ μὲν τῶν καθόλου συζυγιῶν τοῦ πρώτου σχήματος τῆς ἐλάττονος προτάσεως ἀναγκαίας οὔσης, ἐὰν τὸ συμπέρασμα ἀναγκαῖον ὑποτεθῇ, ψεῦδος ἕπεται διὰ τῆς εἰς ἀδύνατον, ἤτοι εἰς ψεῦδος, ἀπαγωγῆς. ἐπὶ δὲ τοῦ ἐν μέρει οὐ δυνάμεθα διὰ τῆς εἰς ἀνύνατον ἀπαγωγῆς ἀναγκαίου τεθέντος τοῦ συμπεράσματος ψεῦδος συναγαγεῖν· ἀσυλλόγιστος γὰρ ἡ συμπλοκὴ γίνεται, οἵαν [δ’] ἂν πρότασιν προσλάβωμεν τῷ συμπεράσματι μερικῷ ὄντι· εἴτε γὰρ τὴν μερικὴν προσλάβωμεν, ἐκ δύο μερικῶν ἐστι καὶ ἀσυλλόγιστον, εἴτε τὴν καθόλου, γίνεται δεύτερον σχῆμα ἐκ δύο ὁμοιοσχημόνων προτάσεων καὶ οὕτως ἀσυλλόγιστον· ἀλλὰ δείκνυται ὑπάρχον τὸ συμπέρασμα διὰ τῶν ὅρων· κίνησις, ζῷον, λευκόν. ΜΙΞΙΣ ΕΝ Β ΣΧΗΜΑΤΙ ΥΠΑΡΧΟΝΤΟΣ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ. p. 30b7 Ἐπὶ δὲ τοῦ δευτέρου σχήματος. Ὅτι ἐν δευτέρῳ σχήματι μίξεως γινομένης, εἰ μὲν ἡ καθόλου ἀποφατικὴ πρότασις, ὡς ἐπὶ τῶν πρώτων τριῶν τρόπων, τῇ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· αὕτη γὰρ