Ancient Greek · ~4 min
Folio 232v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 232v
Not analysed yet
ἐν γὰρ τούτοις τοῖς τρόποις ἡ καθόλου ἐστὶν ἡ μὴ ἀντιστρέφουσα. ἐν δὲ τῷ πέμπτῳ τρόπῳ τῇ χείρονι ἀξιοῖ ἕπεσθαι τὸ συμπέρασμα. τέσσαρες οὖν παρ’ αὐτῷ διορισμοὶ τοῦ συμπεράσματος ἐπὶ τῆς παρούσης μίξεως καὶ τοῦ παρόντος σχήματος· ἄλλος ἐν τῷ πρώτῳ τρόπῳ· ἀεὶ γὰρ ἀναγκαῖον τὸ συμπέρασμα· ἄλλος ἐν τῷ δευτέρῳ τρόπῳ· τῇ γὰρ καθόλου ἀποφάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ τρόπῳ· τῇ γὰρ καθόλου προτάσει ἕπεται τὸ συμπέρασμα· ἄλλος ἐν τῷ πέμπτῳ· τῇ γὰρ χείρονι. ἢ εἷς διορισμὸς πάντα ταῦτα τοιοῦτος· τῆς γὰρ δείξεως δι’ ἀντιστροφῆς μὲν γινομένης τῇ μὴ ἀντιστρεφομένῃ ἕπεται τὸ συμπέρασμα· συμβέβηκε δὲ τῇ μὴ ἀντιστρεφομένῃ ἐν μὲν τῷ πρώτῳ τρόπῳ δύνασθαι ἀεὶ ἀναγκαίαν εἶναι, ἐν δὲ τῷ δευτέρῳ τρόπῳ πάντως καθόλου ἀποφάσει εἶναι, ἐν δὲ τῷ τρίτῳ καὶ τετάρτῳ καὶ ἕκτῳ καθολικῇ προτάσει εἶναι πάντως· μὴ γινομένης δὲ τῆς ἀποδείξεως δι’ ἀντιστροφῆς τῇ χείρονι ἕπεται τὸ συμπέρασμα.