Ancient Greek · ~7 min
Folio 239v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 239v
Not analysed yet
ἀληθεύειν, οἷον ἄνθρωπος παντὶ κινουμένῳ ὑπαρχόντως (τοῦτο γὰρ ἀληθές, ἔστ’ ἂν μόνοι ἄνθρωποι κινῶνται), ἐπεὶ οὐκ ἔστι συλλογισμός· συνάγεται γὰρ καὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης καὶ τὸ παντὶ ἐξ ἀνάγκης, ὡς διὰ τῶν ὅρων ἀπέδειξεν. οὐ προσιέμεθα δὲ τὴν ἐξήγησιν ταύτην· οἶδε γὰρ ὁ Ἀριστοτέλης διαφορὰν ὑπάρχοντος καὶ ἀναγκαίου. ἕτεροι τὸ αὐτὸ ἐξηγοῦνται οὕτως· οὐ δεῖ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ ὁρίζεσθαι τῆς ἐνδεχομένης καὶ ἀληθεύειν τὴν ὑπάρχουσαν, ἔστ’ ἂν ἡ ἐνδεχομένη μὴ γένηται ὑπάρχουσα, ὥσπερ νῦν· ἄνθρωπος γὰρ παντὶ κινουμένω ὑπάρχει, ἔστ’ ἂν ἐνδέχηται κινούμενον παντὶ ἵππῳ· εἰ δὲ καὶ κινούμενον παντὶ ἵππῳ ὑπάρχει, οὐκέτι ἄνθρωπος παντὶ κινουμένῳ. οὐ δεῖ δὲ τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεσθαι, ἐπεὶ οὐκ ἔστι συλλογισμός· καὶ γὰρ τὸ οὐδενὶ καὶ τὸ παντὶ ἐξ ἀνάγκης συνάγεται. καὶ διὰ τοῦτο καὶ προσεχῶς ἔλεγεν ὁ Ἀριστοτέλης ὅτι ἄτοπον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ὑπάρχειν πρὸ τῆς ἐκβάσεως τοῦ ἐνδεχομένου καὶ οὐ παντὶ μετὰ τὴν ἔκβασιν ἐνδεχομένου. οὐδὲ ταύτην προσιέμεθα τὴν ἐξήγησιν· οἱ γὰρ ἐν τῇ λέξει δεύτεροι ὅροι οὐ συνᾴδουσιν αὐτῇ· οὐδὲ γὰρ ἐν αὐτοῖς τὸ ἀληθὲς τῆς ὑπαρχούσης τῷ χρόνῳ τῆς ἐνδεχομένης κρίνεται. μήποτε οὖν τὸ λεγόμενόν ἐστιν, ὅτι δεῖ ἐν τῇ ὑπαρχούσῃ προτάσει τὸ κατηγορούμενον πεφυκέναι ὅλῳ τῷ ὑποκειμένῳ ὑπάρχειν, οἷον περιπατοῦν παντὶ ἀνθρώπῳ, ἵνα πρὸς μόνον τὸ ἐκβεβηκέναι ὑποθέσεως δεώμεθα, οὐχὶ δὲ καὶ πρὸς τὸ ὑπάρχειν, ὡς ἐπὶ τοῦ ἄνθρωπος παντὶ κινουμένῳ ἢ ζῷον παντὶ κινουμένῳ. τούτων προσληφθέντων τὸ Α οὐδενὶ τῷ Β ὑπαρχόντως, τὸ Β παντὶ τῷ Γ ἐνδεχομένως· λέγω ὅτι τὸ Α οὐδενὶ τῷ Γ ἐνδεχομένως. εἰ γὰρ τοῦτο ψεῦδος, τὸ Α τῷ Γ ἀνάγκη τινί· καὶ ἐπεὶ τὸ Β τῷ Γ ἐνδεχομένως παντί, μὴ μενέτω ἐνδεχομένη ἡ ΒΓ πρότασις (οὔπω γὰρ ἴσμεν τὴν μῖξιν ἀναγκαίου καὶ ἐνδεχομένου),