Ancient Greek · ~7 min
Folio 240v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 240v
Not analysed yet
καλῶς λαμβάνονται αἱ ἀντιφάσεις ἐν τῇ πραγματείᾳ ταύτῃ ἀντιτιθέντων ἡμῶν τρόπον τρόπῳ, ποσὸν ποσῷ, ποιὸν ποιῷ· τῇ γὰρ ἐνδέχεται οὐδενὶ οὐ μόνη ἀντιφάσκει ἡ ἀνάγκη τινὶ ἀλλὰ μετὰ τῆς ἀνάγκη οὐ παντί· καὶ αἱ δύο ἅμα ὡς μία, ἡ ἐνδέχεται παντὶ καὶ ἡ ἐνδέχεται οὐδενί, ταῖς δύο ἅμα ὡς μιᾷ ἀντιφάσκουσι, τῇ ἀνάγκη τινὶ καὶ τῇ ἀνάγκη οὐ παντί. οὐ γὰρ πᾶν ἢ ἐνδέχεται οὐδενὶ ἢ ἀνάγκη τινί· ἐπὶ γὰρ τοῦ πᾶς ἄνθρωπος πτερωτὸς ψεῦδος καὶ τὸ ἐνδέχεται οὐδενί (ἀναγκαίως γὰρ ὁ ἄνθρωπος οὐ πτερωτός) καὶ τὸ ἀνάγκη τινί. ὁμοίως οὐ πᾶν ἢ ἐνδέχεται παντὶ ἢ ἀνάγκη οὐ παντί· ἄμφω γὰρ ψευδῆ ἐπὶ τοῦ πᾶς ἄνθρωπος ζῷον. ἐνδέχεται οὐδενί ἐνδέχεται παντί ἐνδέχεται τινί ἐνδέχεται οὐ παντί ἀντί φασις ἀντί φασις ἀνάγκη οὐδενί ἀνάγκη παντί ἀνάγκη τινί ἀνάγκη οὐ παντί p. 34b28 Αὕτη γὰρ ἡ ἀντίφασις. ἀντιφάσκει γὰρ τῷ ἐξ ἀνάγκης τινὶ τὸ οὐδενὶ ἐξ ἀνάγκης· οὐ γὰρ δι’ ἀδυνάτου εἰσάγει τὸ ἀντικείμενον τῷ ἀναιρουμένῳ. p. 34b32 Ἔστω γὰρ τὸ μὲν Α. οὐ καλῶς εἰλημμένοι εἰσὶν οἱ ὅροι· ἀναγκαίως γὰρ ὁ κόραξ, οὐχὶ δὲ ὑπαρχόντως οὐδενὶ διανοουμένῳ ὑπάρχει· καὶ ἡ ἐπιστήμη ἀναγκαίως οὐκ ἔστιν κινούμενον, εἰ μὴ ἄρα τὴν ἐπιστήμην ὡς ἐπιστήμονα λάβωμεν. καὶ μάλιστα διὰ τὸ πρῶτον ἔγκλημα ἐπάγει ληπτέον δὲ βέλτιον τοὺς ὅρους· οἷον λευκὸν παντὶ κύκνῳ ἐξ ἀνάγκης διὰ μέσου τοῦ κινουμένου, καὶ λευκὸν οὐδενὶ κόρακι ἐξ ἀνάγκης διὰ μέσου τοῦ αὐτοῦ. p. 35a19 Ὅπερ ἐστὶν ἀληθές. καίτοι ψεῦδός ἐστιν, εἰ καὶ δυνατόν, τὸ ἐνδέχεται ὑπάρχον ὑποθέσθαι. ὅπερ οὖν ἀληθές ἐστιν δυνάμει, εἰ καὶ μὴ ἐνεργείᾳ. p. 35a23 Ὅροι δὲ κοινοί. καὶ νῦν ληπτέον βέλτιον τοὺς ὅρους· ἀναγκαίως γὰρ ζῷον χιόνι καὶ πίττῃ οὐχ ὑπάρχει. ληπτέον μέσον ὅρον ἐν ἀμφοτέραις ταῖς συζυγίαις τὸ κινούμενον. p. 35a25 Ὅτι ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου τῆς ἐλάττονος ἐνδεχομένης οὔσης ἀεὶ γίνεται συλλογισμός.