Ancient Greek · ~7 min
Folio 242v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 242v
Not analysed yet
Α τῷ Β ὑπάρχει τινί· ἀλλὰ καὶ ἀνάγκῃ παντί· ὅπερ ἀδύνατον. Δεύτερος τρόπος. τὸ Α παντὶ τῷ Β ἐνδέχεται, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐκ ἐχρησάμεθα δὲ τῷ κατὰ παντὸς καὶ πάλαι, ἐπειδὴ οὔπω ἦν γενόμενον μέρος τοῦ Β τὸ Γ ὥσπερ νῦν. Τρίτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β παντὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς δι’ ἀδυνάτου τὸ ὑπάρχον συνάγων. εἰ γὰρ ψεῦδος τὸ ὑπάρχειν τὸ Α τῷ Γ οὐδενί, τὸ Α τῷ Γ ὑπάρχει τινί· ἀλλὰ καὶ τὸ Β τῷ Γ παντὶ ὑπάρχει· ἐν τρίτῳ σχήματι ἐξ ἀμφοτέρων ὑπαρχουσῶν τὸ Α τινὶ τῷ Β ὑπάρχει· ἀλλὰ καὶ ἐξ ἀνάγκης οὐδενί· ὅπερ ἀδύνατον. ἀλλ’ οὐχ’ ὑγιῶς ἐλήφθη ἡ ἀντίφασις· ἔμεινε γὰρ ὃ τρόπος, καὶ ὅσον ἐπὶ τῇ ἀγωγῇ ταύτῃ καὶ ἀνάγκη οὐδενὶ συνάγεται· εἰ γὰρ μὴ τὸ Α τῷ Γ ἀνάγκη οὐδενί, τὸ Α τῷ Γ ἀνάγκη τινί· ἀλλὰ τὸ Α καὶ τῷ Β ἀνάγκη οὐδενί· τὸ Β ἄρα τῷ Γ ἀνάγκη οὐ παντί· ἀλλὰ καὶ ἐνδέχεται παντί· ὅπερ ἄτοπον. τὸ οὖν ἄτοπον οὐ διὰ τὸν τρόπον ἐπηκολούθησεν, ἀλλ’ ὅτι τὸ οὐδενὶ ὑπετέθη τινί. καὶ ἐνταῦθα οὖν τῇ χείρονι ἕπεται τὸ συμπέρασμα, καὶ ἐνδεχόμενον συνάγεται, οὐχὶ δὲ ὑπάρχον. Τέταρτος τρόπος. τὸ Α ἐνδέχεται οὐδενὶ τῷ Β, τὸ Β παντὶ τῷ Γ ἀνάγκη· τέλειος τὸ κυρίως ἐνδεχόμενον συνάγων διὰ τοῦ κατὰ παντός. οὐ γὰρ ἔστιν ἐλέγξαι τὸ ἐνδεχόμενον μηδενί· ποίαν γὰρ προσλαμβάνῃ; εἰ μὲν τὴν ΑΒ, αἱ δύο ἀποφατικαί· εἰ δὲ τὴν ΒΓ, οὐκ ἔχομεν μῖξιν ἐνδεχομένου καὶ ἀναγκαίου ἐν τρίτῳ σχήματι. Πέμπτος τρόπος. τὸ Α παντὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ τῷ Γ ἐνδέχεται· ἀτελὴς ὁ συλλογισμὸς δι’ ἀντιστροφῆς ἐνδεχομένης καὶ δι’ ἀδυνάτου τὸ κυρίως ἐνδεχόμενον συνάγων, ὡς ὁ πρῶτος τρόπος. Ἕκτος τρόπος. τὸ Α οὐδενὶ τῷ Β ἐξ ἀνάγκης, τὸ Β οὐδενὶ