Ancient Greek · ~3 min
Folio 244v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 244v
Not analysed yet
καὶ διὰ τοῦτο ἢ ἀναγκαῖον συνήγετο ἢ ἐνδεχόμενον), μίξεως δ’ οὔσης ἐνδεχομένου καὶ ἀναγκαίου, ὅτε ἡ μείζων ἀναγκαία ἀποφατικὴ καθόλου ἐστίν, τὸ ὑπάρχον συνάγεται, ὅπερ ἐστὶν ἕτερον παρὰ τὸ ἀναγκαῖον καὶ ἐνδεχόμενον. p. 36b24 Δῆλον δ’ ὅτι καὶ πάντες ἀτελεῖς οἱ συλλογισμοί. ἀλλ’ οὐ πάντες ἀτελεῖς· οὐ γὰρ δὴ καὶ οἱ τὴν ἐλάττονα ἀναγκαίαν ἔχοντες, ἀλλὰ μόνοι οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες. ἢ τὸ λεγόμενόν ἐστιν· πάντες οἱ τὴν ἐλάττονα ἐνδεχομένην ἔχοντες ἀτελεῖς εἰσιν, διότι κἂν καταφατικὴ ᾖ, ἀτελεῖς εἰσιν. p. 36b25 Καὶ ὅτι τελειοῦνται διὰ τῶν προειρημένων σχημάτων. τελειοῦνται μὲν διὰ μόνου τοῦ πρώτου σχήματος· πληθυντικῶς δ’ εἶπεν, ἐπειδὴ ἡ εἰς ἀδύνατον ἀπαγωγὴ πρῶτον ἐποίει σχῆμα ἢ ἄμικτον ἐξ ἀμφοτέρων ἀναγκαίων ἢ μικτὸν ἐξ ἀναγκαίου καὶ ὑπάρχοντος. τὸ δ’ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ὑπάρχον καὶ ἐνδεχόμενον καλεῖ ἡ λέξις.