Ancient Greek · ~7 min
Folio 248v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 248v
Not analysed yet
γίνονται, καὶ ἐπὶ τούτου αἱ μὲν ἐνδεχόμεναι ἀντιστροφαὶ οὐ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης, αἱ δ’ ἁπλαῖ συνίστανται, εἰ καὶ ἐπὶ τοῦ ἐπ’ ἴσης μὴ συνίστανται. πρὸς δὲ τὰ δεύτερον ὅτι ἀδύνατον τὸ αὐτὸ τῷ αὐτῷ καὶ παντὶ ἐνδέχεσθαι καὶ μὴ παντὶ κατὰ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον. πρὸς δὲ τὸ τρίτον ὅτι οἱ ὅροι οὐκ εἰσὶν τοῦ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχομένου ἀλλὰ τοῦ ἐπ’ ἴσης. Β ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ p. 37b19 Εἰ δ’ ἡ μὲν ὑπάρχειν ἡ δ’ ἐνδέχεσθαι. Διὰ τί ὁ Ἀριστοτέλης ἐπὶ τῆς μίξεως ταύτης τὴν μὲν ἐνδεχομένην ἀπόφασιν εἰς κατάφασιν μεταβάλλει, οὐχὶ δὲ καὶ ἀνάπαλιν; ἐπειδή, φησὶν ὁ Ἀλέξανδρος, αἱ νῦν ἀποφάσεις καταφάσεις εἰσὶν τῷ ἔργῳ καὶ εἰς σαφεστέρας καταφάσεις μεταλαμβάνονται· αἱ δὲ καταφάσεις εἰς τὰς κυρίως ἀποφάσεις οὐ δύνανται μεταληφθῆναι τοῦ τρόπου ἀκεραίου φυλαττομένου. Ὅτι ἐπὶ τῆς μίξεως ταύτης καὶ τοῦ παρόντος σχήματος συλλογιστικοί εἰσιν ὅσοι τῶν ἰδίων τοῦ δευτέρου σχήματος σωζομένων ἔχουσι καθόλου ἀπόφασιν ὑπάρχουσαν, εἴτε ἐξ ἀμφοτέρων καθόλου εἶεν εἴτε ἀναμίξ, ἀσυλλόγιστοι δ’ ὅσοι μὴ ἔχουσι πρότασιν τοιαύτην, καθόλου ἀποφατικὴν ὑπάρχουσαν, εἴτε σώζεται τὰ ἴδια τοῦ σχήματος εἴτε μή. καὶ ὅτι διὰ τοῦτο ἀσυλλόγιστος ὁ τέταρτος τρόπος· μὴ γὰρ ἔχων οὗτος καθόλου ἀπόφασιν οὐδὲ τοιάνδ’ ἕξει καθόλου ἀπόφασιν. καὶ ὅτι οἱ ἔχοντες καθόλου ἀπόφασιν ὑπάρχουσαν τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγουσι· μείζων γὰρ γίνεται ἐν πρώτῳ σχήματι ἡ καθόλου ἀπόφασις ὑπάρχουσα· ἐδέδεικτο δ’ ὅτι ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ὑπάρχοντος τῆς μείζονος ἀποφατικῆς καθόλου ὑπαρχούσης ὑποκειμένης τὸ ἐξ ἡμισείας ἐνδεχόμενον συνάγεται. αἱ τὴν καταφατικὴν ὑπάρχουσαν ἔχουσαι τὴν δ’ ἀποφατικὴν ἐνδεχομένην, εἴτε ἄμφω καθόλου εἴτε ἀναμίξ, ἀσυλλόγιστοι· δύνανται γὰρ ὁμοιοσχήμονες γενέσθαι· καὶ διὰ τὸν καθόλου λόγον, ἐπειδὴ οὐκ ἔχουσι