Ancient Greek · ~6 min
Folio 250v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 250v
Not analysed yet
καὶ ὑπάρχοντος ἀεὶ ἐνδεχόμενον ἔφη συνάγεσθαι. p. 39a9 Οὔτ’ ἀναγκαῖον οὔτε ὑπάρχον ἀλλὰ τὸ κυρίως ἐνδεχόμενον. ἐφεξῆς δὲ τὸ ἐξ ἡμισείας ἀναγκαῖον καὶ ἐξ ἡμισείας ἐνδεχόμενον ὑπάρχον καλεῖ· καὶ γὰρ τὸ ὑπάρχον τοῦ μέν, τοῦ ἀναγκαίου, ἔχει τὸ ἐκβεβηκέναι, τοῦ δέ, τοῦ ἐνδεχομένου, τὸ μὴ δύνασθαι ἔτι εἶναι. p. 39a11 Ληπτέον δὲ καὶ ἐν τούτοις. ὅτε ἡ ἀναγκαία καθόλου ἀπόφασίς ἐστιν, ληπτέον ἐνδεχόμενον καὶ νῦν τὸ ἐξ ἡμισείας. p. 39a24 Ἀντιστραφεισῶν δὲ τῶν προτάσεων. καίτοι μία ἀντιστρέφεται, ἡ ἐλάττων. ἢ 〈ἡ〉 αὐτὴ οὐδενὶ οὖσα πρῶτον γίνεται παντὶ κατὰ τὴν ἐνδεχομένην ἀντιστροφήν, εἶτα τινὶ κατὰ τὴν ἀπλῆν ἀντιστροφήν· δύο οὖν αἱ ἀντιστρεφόμεναι προτάσεις, ἡ οὐδενὶ καὶ ἡ παντί, εἰ καὶ περὶ τοὺς 〈αὐτοὺς〉 ὅρους ἀμφότεραι. p. 39a29 Τὸν αὐτὸν τρόπον ἐχόντων 〈τῶν〉 ὅρων ὅνπερ ἐπὶ τοῦ ὑπάρχειν. πῶς οὐ ψεῦδος τοῦτο, εἰ ἐπὶ μὲν τῶν ἐνδεχομένων δύναται ἡ μὲν ἐλάττων ἀποφατικὴ εἶναι, ἐπὶ δὲ τοῦ ὑπάρχοντος οὐ δύναται; ἢ οὐδ’ ἐπὶ τῶν ἐνδεχομένων ὡς ἀποφατικὴ ἡ ἐλάττων συλλογισμὸν ποιεῖ, ἀλλ’ ὡς δυναμένη μεταλαμβάνεσθαι εἰς κατάφασιν. p. 39a31 Καὶ οὐκ ἔστι συλλογισμός. πῶς οὐκ ἔστι συλλογισμὸς ἐπὶ τῶν ἐξ ἀμφοτέρων ἐνδεχομένων; ἢ τῆς ἐλάττονος ἀποφατικῆς μενούσης ἢ μὴ οὔσης καθόλου προτάσεως. Γ ΣΧΗΜΑ. ΜΙΞΙΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΥΠΑΡΧΟΝΤΟΣ. p. 39b7 Ἐὰν δ’ ἡ μὲν ὑπάχειν ἡ δ’ ἐνδέχεσθαι. Οκτωκαίδεκα γίνονται συλλογισμοί· οἱ γὰρ ἕξ διπλασιάζονται παρὰ τὴν τάξιν τῶν τρόπων καὶ προστίθενται ἕτεροι ἕξ τὴν ἐλάττονα ἐνδεχομένην ἀποφατικὴν ἔχοντες. διὰ τὰ αὐτὰ δὲ καὶ τῆς ἑξῆς μίξεως τοσοῦτοί εἰσι συλλογισμοί. ἴδιον δὲ τῶν δύο τούτων μίξεων τὸ μίαν καθόλου εἶναι καὶ τὴν ἐλάττονα καταφατικήν, ἐὰν μὴ ἐνδεχομένη ᾖ ἀλλ’ ὑπάρχουσα ἢ ἀναγκαία.