Ancient Greek
Folio 251v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 251v
Not analysed yet
αὐτῶν ὅρων. ἀλλ’ οὐκ εἶπεν ὅρους ἐπὶ τῶν ἐξ ἀμφοτέρων καθόλου ἐνδεχομένων ἀλλ’ ἐπὶ τῶν ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων. ἢ τὰς ἐξ ἀμφοτέρων μερικῶν ἐνδεχομένων καθόλου καλεῖ νῦν ὡς δι’ ὅλου τὸ ἐνδεχόμενον ἐχούσας. ΣΧΗΜΑ Γ ΜΙΞΕΩΣ ΕΝΔΕΧΟΜΕΝΟΥ ΚΑΙ ΑΝΑΓΚΑΙΟΥ. p. 40a4 Εἰ δ’ ἐστὶν ἡ μὲν ἀναγκαία τῶν προτάσεων ἡ δ’ ἐνδεχομένη. Ὅτι τῆς ἀναγκαίας καθόλου ἀποφάσεως οὔσης καὶ ἐνδεχόμενον μηδενὶ καὶ ὑπάρχον μηδενί φησι συνάγεσθαι, οὐ μὴν τὸ ἐξ ἀνάγκης οὐδενί· ἄλλο γὰρ τὸ οὐδενὶ ἐξ ἀνάγκης τὸ ἀναιροῦν τὸν τρόπον, ὃ καὶ συνάγεται παρὰ τὸ ἐξ ἀνάγκης οὐδενί. p. 40a15 Οὕτω γὰρ συνέπιπτεν ἐπὶ τοῦ πρώτου σχήματος. τὸ κυρίως ἐνδεχόμενον ἐν τῷ πρώτῳ σχήματι συνήγετο, ὅτε οὐκ ἦν ἡ ἀναγκαία καθόλου ἀπόφασις. p. 40a21 Ἔσται δὴ πάλιν τὸ πρῶτον σχῆμα. ὑπάκουσον τὸ κυρίως ἐνδεχόμενον συνάγον· τούτου γὰρ τὴν αἰτίαν ἐπάγει. p. 40a36 Ὅροι. νῦν τὸν μέσον τῇ προφορᾷ καὶ οὐ τὸν τελευταῖον μέσον λαμβάνει τοῦ σχήματος, τὸν ἵππον. ΥΠΝΟΣ ΚΑΘΕΥΔΩΝ ΑΝΘΡΩΠΟΣ ΙΠΠΟΣ ΥΠΝΟΣ ΕΓΡΗΓΟΡΩΣ ΑΝΘΡΩΠΟΣ ΙΠΠΟΣ p. 40b12 Φανερὸν οὖν καὶ ἐν τούτῳ τῷ σχήματι πότε. ὅτε μία καθόλου ἐστὶν καὶ ἡ ἐλάττων καταφατική, εἴτε ὑπάρχουσά ἐστιν ἢ ἀναγκαία. πῶς. τῆς ἀποφατικῆς ἐνδεχομένης εἰς κατάφασιν μεταβαλλομένης καὶ ἢ δι’ ἀντιστροφῆς ἢ δι’ ἀδυνάτου.