Ancient Greek · ~7 min
Folio 252v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 252v
Not analysed yet
αἱ δύο προτάσεις κοινὸν ὅρον· καὶ οὗτος ἢ ἐν ἀμφοτέροις κατηγορεῖται ἢ ἐν ἀμφοτέροις ὑπόκειται ἢ ἀναμίξ· καὶ γίνονται τὰ τρία σχήματα. ὁμοίως δὲ καὶ ὁ σύνθετος κατηγορικὸς συλλογισμὸς ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· δύο γάρ εἰσιν αἱ κύριαι αὐτοῦ προτάσεις· αἱ δ’ ἄλλαι προσυλλογισμοὺς ποιοῦσιν, ὡς ἑξῆς δείκνυσιν. καὶ οἱ δι’ ἀδυνάτου δὲ συλλογισμοὶ σύνθετοι ὑποθετικοὶ ὄντες ὑπὸ τὰ τρία σχήματα τελοῦσι· καὶ οἱ ἁπλοῖ δὲ ὑποθετικοί· οἱ μὲν δι’ ἀδυνάτου, ἐπειδὴ δεόνται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὸ ἀδύνατον δεικνύντος, οἷον τοῦ γεωμετρικοῦ θεωρήματος τοῦ δεικνύντος διὰ κατηγορικοῦ συλλογισμοῦ πῶς, εἰ ἡ διάμετρος τῇ πλευρᾷ σύμμετρος, ὁ αὐτὸς ἀριθμὸς καὶ ἄρτιος καὶ περιττός· οἱ δ’ ἁπλοῖ ὑποθετικοί, ἤτοι οἱ ἐπ’ εὐθείας, ἐπειδὴ δέονται κατηγορικοῦ συλλογισμοῦ τοῦ τὴν πρόσληψιν δεικνύντος· δεῖ γάρ, φησὶν Ἀριστοτέλης, ἐν τοῖς ὑποθετικοῖς συλλογισμοῖς τὸ μὲν συνημμένον ὡμολογῆσθαι πάντως, τὴν δὲ πρόσληψιν ἀμφιβάλλεσθαι. καὶ εὖ γε ἀμφότερα· εἰ γὰρ ἀμφιβάλλοιτο τὸ συνημμένον, ἀμφιβάλλεται καὶ τὸ ὑποθετικοὺς αὐτοὺς εἶναι, καὶ ὁ κατασκευάζων τὸ συνημμένον ἅμα κατασκευάζει καὶ ὅτι ὑποθετικοί εἰσιν· καὶ εἰ ὡμολόγηται καὶ ἡ πρόσληψις, οὐδ’ ὑποθετικοῦ συλλογισμοῦ χρεία. καὶ ἄλλως δὲ καθόλου πᾶς ὑποθετικός, ἐπ’ εὐθείας καὶ δι’ ἀδυνάτου, κατηγορικοῦ συλλογισμοῦ δεῖται· εἰ γὰρ ἀεὶ ὑποθέσεις δι’ ὑποθέσεως κατασκευάσομεν, οὐδέποτε στησόμεθα. εἰ οὖν πᾶς ὑποθετικὸς συλλογισμὸς κατηγορικοῦ δεῖται, πᾶς δὲ κατηγορικὸς διὰ τῶν τριῶν σχημάτων γίνεται, καὶ πᾶς ἄρα ὑποθετικὸς καὶ πᾶς συλλογισμὸς τῶν τριῶν σχημάτων δεῖται. καὶ διὰ τοῦτο ἅπασα πίστις εἰς τὸ πρῶτον ἀνάγεται σχῆμα καὶ τοῦ πρώτου σχήματος εἰς τοὺς καθόλου συλλογισμούς. p. 40b17 Ὅτι μὲν οὖν. ἐπειδὴ δέδεικται ὅτι οἱ ἐν τοῖς τρισὶ σχήμασι συλλογισμοὶ ὑπὸ τὸ πρῶτον σχῆμα ἀνάγονται καὶ τοὺς τοῦ πρώτου καθόλου δύο συλλο γισμοὺς, δείξομεν νῦν ὅτι καὶ πᾶς [κατηγορικὸς] συλλογισμὸς