Ancient Greek
Folio 254r
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 254r
Not analysed yet
εἰς τὰ τρία σχήματα ἀνάγονται· καθ’ οὗ τὸ Α, καὶ τὸ Β· τρίτον γάρ ἐστιν σχῆμα. καὶ οὐδὲ διὰ μέσου ἄλλου εἰς τὰ τρία σχήματα τελοῦσιν οἱ δ’ ὅλου ὑποθετικοὶ καὶ οἱ κατὰ πρόσληψιν, καθάπερ πάντες οἱ μικτοὶ ὑποθετικοὶ, ἀλλὰ διὰ τὴν πλοκὴν τὴν οἰκείαν. πᾶσα ἄρα κατασκευὴ ὑπὸ τὰ τρία σχήματα ἀνάγεται· τοῦτο δὲ ἦν τὸ προκείμενον. ΠΕΡΙ ΥΠΟΘΕΤΙΚΩΝ ΣΥΛΛΟΓΙΣΜΩΝ ΕΚ ΤΟΥ ΜΟΝΟΒΙΒΛΟΥ ΑΜΜΩΝΙΟΥ. Ἐπειδὴ τοὺς μὲν κατηγορικοὺς συλλογισμοὺς ἀνελλειπῶς ὁ Ἀριστοτέλης ἐλεπτούργησε, τοὺς ἁπλοῦς πάντας, τοὺς μικτοὺς πάντας, τὰ σχήματα πάντα, τοὺς τρόπους πάντας, τῆς δὲ τῶν ὑποθετικῶν τεχνολογίας οὐ πάνυ φαίνεται φροντίσας (μόνον γάρ φησιν περὶ αὐτῶν ὅτι οἱ δ’ ἀδυνάτου μέρος τῶν ἐξ ὑποθέσεως καὶ ὅτι καὶ οἱ δ’ ἀδυνάτου καὶ οἱ ἐπ’εὐθείας ὑποθετικοὶ εἰς τὰ τρία σχήματα ἀνάγονται τῷ δεῖσθαι κατηγορικοῦ συλλογισμοῦ ἤ τὸ ψεύδος κατασκευάζοντος ἤ τὴν πρόσληψιν) καὶ ἡμῖν παρακελεύεται ἐν τῷ πέρατι τοῦ δευτέρου τμήματος τοῦ βιβλίου τοῦτου διελεῖν τοὺς ὑποθετικοὺς λέγων ‟δεῖ δ’ ἐπισκέψασθαι καὶ διελεῖν ποσαχῶς οἱ ἐξ ὑποθέσεως”,φέρε τὸ προσταχθὲν ποιήσωμεν, καὶ ὀκτὼ ταῦτα περὶ τῶν ὑποθετικῶν ζητήσωμεν ᾱ διὰ τί μὴ ἐπλάτυνεν ὁ Ἀριστοτέλης καὶ τὸν περὶ τῶν ὑποθετικῶν λόγον; ἢ ὡς τῶν Στωικῶν ἀκριβωσάντων αὐτούς. ἢ ὅτι οὐδὲ συλλογισμοί εἰσιν ἁπλῶς οὗτοι, ἀλλὰ τὸ ὅλον τοῦτο ἐξ ὑποθέσεως συλλογισμοί. ἢ ὅτι ἠρκέσθη τοῖς κατηγορικοῖς· διὰ τούτων γὰρ καὶ οἱ ὑποθετικοί. β̄. τίνα τὰ ὀνόματα οἷς οἱ Στωικοὶ κέχρηνται; οὗτοι τοίνυν τὰ πράγματα τυγχάνοντα καλοῦσι· τέλος γὰρ τὸ τυχεῖν τούτων. τὰ νοήματα ἐκφορικά· ταῦτα γὰρ ἐκφέρομεν διὰ τῶν φωνῶν. τὰς φωνὰς λεκτά. τὸ συνημμένον ἢ διεζευγμένον τροπικὸν διὰ τὸ τρόπον ποιεῖσθαι ἀπ’ ἄλλης προτάσεως εἰς ἄλλην. τὸ ἡγούμενον ὁμοίως ἡμῖν ἡγούμενον· τὸ ἑπόμενον λῆγον· τὴν πρόσληψιν ὁμοίως ἡμῖν πρόσληψιν. ὁ δὲ Ἀριστοτέλης