Ancient Greek
Folio 257r
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 257r
Not analysed yet
γωνίαι ἴσαι· αἱ ΑΓ, ΒΔ ἄρα γωνίαι ἴσαι. πάλιν αἱ ΓΔ τοῦ αὐτοῦ τμήματός εἰσιν γωνίαι· πᾶσαι αἱ τοῦ αὐτοῦ τμήματός εἰσι γωνίαι ἴσαι διὰ τὴν [ε′] ἐφαρμογήν· [πάλιν] αἱ ΓΔ ἄρα γωνίαι ἴσαι. πάλιν αἱ ΕΖ τοῦ τριγώνου γωνίαι καταλείπονται μετὰ ἀφαίρεσιν ἴσων ἀπὸ ἴσων· πάντα τὰ καταλειπόμενα κατὰ ἀφαίρεσιν ἴσων ἀπὸ ἴσων ἴσα ἐστίν· καὶ αἱ ΕΖ ἄρα τοῦ τριγώνου γωνίαι ἴσαι εἰσίν· ὅπερ ⁎⁎⁎δὲ οὕτω λέγειν φασί τινες ‛ἐπειδὴ αἱ ΑΓ, ΒΔ ἴσαι, ὧν αἱ ΓΔ ἴσαι, λοιπαὶ ἄρα αἱ ΕΖ γωνίαι τοῦ ἰσοσκελοῦς τριγώνου ἴσαι εἰσίν’ διχῶς ἁμαρτάνοντες· καὶ γὰρ ἄμφω μερικαί, ἐπειδὴ ἀπροσδιόριστοι· καὶ ὅτι τὴν μείζονα παρῆκαν τὴν τὸ κῦρος ἔχουσαν ἐν τοῖς συλλογισμοῖς καὶ ἀξιώματος λόγον ἐπέχουσαν, τὴν δὲ ἐλάττονα διεῖλον εἰς δύο. καὶ ἐντεῦθεν τὸ ἐν ἀρχῇ αἰτοῦνται· ὃ γὰρ μὴ ἔδειξαν, οἴονται δεδειχέναι. p. 41b30 Ἀλλὰ καὶ τῷ ἀναγκαίαν ἢ ὑπάρχουσαν ἢ ἐνδεχομένην. πῶς οὖν ἐν δευτέρῳ σχήματι καὶ τρίτῳ ἐπὶ τῆς μίξεως ἐνδεχομένου καὶ ἀναγκαίου τῆς ἀναγκαίας καθόλου ἀποφατικῆς οὔσης τὸ ἐξ ἡμισείας ἐνδεχόμενον καὶ ἀναγκαῖον συνάγεται; ἢ καὶ τότε ἔοικεν· τὸ γὰρ οὐδενὶ ἐξ ἀνάγκης συνάγεται, ὃ φέρεται καὶ κατὰ τοῦ ἐξ ἀνάγκης οὐδενὶ καὶ κατὰ τοῦ ἐνδέχεται οὐδενί· ἀμφοτέραις οὖν ἔοικεν. p. 41b31 Ἐπισκέψασθαι δὲ καὶ τὰς ἄλλας κατηγορίας. οἶδεν ἄρα καὶ αὐτὸς ὅτι οὐκ ἀεὶ ἕπεται τὸ συμπέρασμα μιᾷ τῶν προτάσεων κατὰ τὸ ποιόν, εἴ γε ἀληθὲς ἐκ ψευδῶν συνάγεται. τοὺς δὲ τρόπους κατηγορίας ἐκάλεσεν, ἐπεί, 〈εἰ〉 δοκεῖ τὸ ὑποκεῖσθαι ὕλης, τὸ κατηγορεῖσθαι εἴδους ἂν εἴη, ταὐτὸν δ’ εἰπεῖν ποιοῦ ἢ τρόπου. p. 41b33 Ὅτι δυνατὸν καλεῖ τὸν ἀτελῆ ὡς δυνάμει τέλειον. p. 41b36 Δῆλον δὲ καὶ ὅτι πᾶσα ἀπόδειξις. δείξας ὅτι πᾶς κατηγορικὸς ἁπλοῦς συλλογισμὸς δι’ ἑνὸς τῶν τριῶν σχημάτων γίνεται καὶ ὅτι καὶ πᾶς ὑποθετικός, δι’ ἀδυνάτου καὶ ἐπ’ εὐθείας, ταὐτὸν δ’ εἰπεῖν σύνθετός τε καὶ ἁπλοῦς, ὑπὸ τὰ τρία σχήματα ἀνάγεται διὰ μέσου ἁπλοῦ