Ancient Greek · ~9 min
Folio 258v
Ammonius, Εἰς τοὺς ἀναγκαίους συλλογισμούς 258v
Not analysed yet
ἀπόδειξιν ἐκάλεσεν. p. 41b37 Ἐὰν μὴ δι’ ἄλλων καὶ ἄλλων. ἢ τῇ σχέσει, ὡς ἐν τῇ πρώτῃ συνηγορίᾳ, ἢ τῷ ὑποκειμένῳ, ὡς ἐν τῇ δευτέρᾳ. p. 41b38 Οἷον τὸ Ε διά τε τῶν ΑΒ καὶ τῶν ΓΔ. τοῦτο παράδειγμα τῆς δευτέρας συνηγορίας τῆς τὸ αὐτό, τὸ Ε τυχόν, συναγούσης δι’ ἄλλων καὶ ἄλλων ὄρων τῷ ὑποκειμένῳ, οἷον τῶν ΑΒ καὶ ΓΔ· καὶ γὰρ τὰ ΑΒ τῶν ΓΔ τῷ ὑποκειμένῳ διαφέρει. p. 41b39 Ἢ διὰ τῶν ΑΒ καὶ ΒΓ καὶ ΑΓ. τοῦτο παράδειγμα τῆς πρώτης συνηγορίας, ὅπου τὸ αὐτὸ συνάγεται, οἷον τὸ Ε, δι’ ἄλλων καὶ ἄλλων τῇ σχέσει μόνον· διὸ καὶ ἕνα κοινὸν ὅρον ἔχουσι καὶ ἕνα διάφορον τὰ ΑΒ καὶ ΒΓ καὶ ΑΓ· καὶ γὰρ τὸ δεύτερον πρῶτον γίνεται τῆς μείζονος ἀντιστραφείσης, τὸ δὲ τρίτον τῆς ἐλάττονος. ΑΒ οὖν τὸ πρῶτον σχῆμα, καὶ Α μὲν ἡ μείζων πρότασις, Β δὲ ἡ ἐλάττων· καὶ ἐν μὲν τῷ δευτέρῳ σχήματι τῷ ΒΓ ἡ ἐλάττων τοῦ ΑΒ ἔμεινε, τὸ Β· ἐν δὲ τῷ τρίτῳ σχήματι τῷ ΑΓ ἡ μείζων ἔμεινε τοῦ ΑΒ, τὸ Α. p. 41b40 Τούτων δ’ ὄντων οὐχ εἷς ἀλλὰ πολλοί εἰσιν οἱ συλλογισμοί. ἡ λύσις τῶν δύο συνηγοριῶν, ὅτι οὐκ ἔμεινεν εἷς ὁ συλλογισμός, εἰ καὶ τὸ πρόβλημα. p. 42a1 Ἢ πάλιν ὅταν ἑκάτερον. ἡ τρίτη συνηγορία ἡ καὶ πιθανωτέρα, διὸ καὶ ἰδικῆς λύσεως αὐτὴν ἀξιοῖ, ἡ ἑνὸς συλλογισμοῦ ἐμμέσους τὰς προτάσεις λαμβάνουσα. καὶ λύει τοῦτο λέγων τρεῖς εἶναι τοὺς συλλογισμούς, ἐπειδὴ καὶ τρία τὰ συμπεράσματα, αἱ δύο προτάσεις καὶ τὸ συπέρασμα· αἱ μὲν γὰρ τῶν προσυλλογισμῶν εἰσι συμπεράσματα, τὸ δὲ τοῦ συλλογισμοῦ. p. 42a3 Ἡ τὸ μὲν ἐπαγωγῇ τὸ δὲ συλλογισμῷ. οἷον εἰ πρόβλημα εἴη ὅτι ἡ ἰατρικὴ χρήσιμος τῷ βίῳ καὶ εἴπωμεν· ἡ ἰατρικὴ τέχνη ἐστίν, πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, καὶ ἡ ἰατρικὴ ἄρα· καὶ τὴν μὲν ἐλάττονα κατασευάσομεν διὰ συλλογισμοῦ· ἡ ἰατρικὴ μέθοδος ὁδοποιητική, πᾶσα μέθοδος ὁδοποιητικὴ τέχνη, καὶ ἡ ἰατρικὴ ἄρα τέχνη· τὴν δὲ μείζονα, ὅτι πᾶσα τέχνη χρήσιμος τῷ βίῳ, δι’ ἐπαγωγῆς· καὶ γὰρ γεωργία καὶ ὑφαντική. ἢ ὡς ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ· τοῦ γὰρ Θρασυμάχου εἰπόντος τὴν δικαιοσύνην κακοβουλίαν αὐτὸς κατασκευάζει