Ancient Greek · ~2 min
2 to 4
AMOMETUS, Fragmenta 2-4
Not analysed yet
Κατὰ δὲ τὴν Ἀραβίαν ἐν πόλει Λευκοθέᾳ Ἀμώμητόν φησι (sc. Καλλίμαχος) γράφειν, τὸν πραγματευθέντα τὸν Ἐκ Μέμφεως ἀνάπλουν, εἰς τὴν καλουμένην Ἴσιδος κρήνην ἄν τις οἴνου ἐπιχέῃ κοτύλην, διότι γίγνεται τὸ ποτὸν εὔκρατον. Ἀμώμητος δέ φησι ἐν τῇ Λιβύῃ πόλιν εἶναί τινα, ἐν ᾗ τοὺς ἱερέας ἔκ τινος λίμνης ἐπαοιδαῖς καταγοητεύοντας εὖ μάλα ἑλκτικαῖς ἐξαγαγεῖν κροκοδείλους πηχῶν ἑκκαίδεκα. Ἱππἰας δὲ ὁ Δήλιος ἐν Ἐθνῶν ὀνομασίαις φησὶν ἔθνος τι καλεῖσθαι Σπαρτοὺς, καὶ ὁμοίως Ἀτρόμητος (Ἀμώμητος Westerm. Ad Voss. p. 383).