Ancient Greek · ~1 min
Fragment 1
Amphilochius Iconiensis, Fragmenta 1
Not analysed yet
Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου τοῦ Ἰκονίου εἰς τό· οὐ δύναται ὁ υἱὸς ἀφ' ἑαυτοῦ ποιεῖν οὐδέν. (Joh. 5, 19.) Πῶς δύναται ἐμοῦ τε καὶ τοῦ πατρὸς διακριθῆναι τὰ ἔργα, ὅπου θέλησις, καὶ λόγος, καὶ γνῶσις, καὶ σοφία, καὶ φύσις, καὶ θεότης μία;