Ancient Greek · ~6 min
α′. Ἀθηναίοις.
Anacharsis, Epistulae α′. Ἀθηναίοις.
Not analysed yet
Γελᾶτε ἐμὴν φωνήν, διότι οὐ τρανῶς ἑλληνικὰ γράμματα λέγει. Ἀνάχαρσις παρʼ Ἀθηναίοις σολοικίζει, Ἀθηναῖοι δὲ παρὰ Σκύθαις. οὐ φωναῖς διήνεγκαν ἄνθρωποι ἀνθρώπων εἰς τὸ εἶναι ἀξιόλογοι, ἀλλὰ γνώμαις, ὥσπερ καὶ Ἕλληνες Ἑλλήνων. Σπαρτιᾶται οὐ τρανοὶ ἀττικίζειν, ἀλλʼ ἔργοις λαμπροὶ καὶ εὐδόκιμοι. οὐ ψέγουσι Σκύθαι λόγον; ὃς ἐμφανίζει τὰ δέοντα, οὐδʼ ἐπαινοῦσιν ὃς ἂν μὴ ἐφίκηται τοῦ δέοντος. πολλὰ καὶ ὑμεῖς οἰκονομεῖτε οὐ προσέχοντες φωνῇ ἄρθρα οὐκ ἐχούσῃ. εἰσάγεσθε ἰατροὺς Αἰγυπτίους, κυβερνήταις χρῆσθε Φοίνιξιν, ὠνεῖσθε ἐν ἀγορᾷ οὐ διδόντες πλεῖον τῆς ἀξίας τοῖς ἑλληνιστὶ λαλοῦσιν, οὐδὲ ὀκνηρῶς λαμβάνετε παρὰ βαρβάρων, ἐὰν πρὸς τρόπου πωλῶσι. βασιλεῖς Περσῶν κἀκείνων φίλοι μεγαλοφρονοῦντες ὅταν βούλωνται πρὸς Ἑλλήνων πρεσβευτὰς ἑλληνικῇ φωνῇ φθέγγεσθαι, ἀναγκάζονται σολοικίζειν, ὧν ὑμεῖς οὔτε βουλὰς οὔτε ἔργα καταμέμφεσθε. λόγος δὲ κακὸς οὐ γίνεται, ὅταν βουλαὶ ἀγαθαὶ ὦσι, καὶ ἔργα καλὰ λόγοις παρακολουθῇ. Σκύθαι δὲ κρίνουσι λόγον φαῦλον, ὅταν διαλογισμοὶ φαῦλοι γίγνωνται. πολλῶν καθυστερήσετε, ἂν δυσχεραίνητε φωναῖς βαρβάροις, καὶ διὰ τοῦτο μὴ ἀποδεχόμενοι τὰ λεγόμενα· πολλοὺς γὰρ ποιήσετε ὀκνηροὺς εἰσηγεῖσθαι ὑμῖν τὰ συμφέροντα. διὰ τί βαρβαρικὰ τιμᾶτε ὑφάσματα, φωνὴν δὲ βάρβαρον οὐ δοκιμάζετε; αὐλούντων καὶ ᾀδόντων φωνὰς ζητεῖτε ἐμμελεῖς, καὶ ποιητῶν ἔμμετρα ποιούντων ἐπιλαμβάνεσθε, εἰ μὴ ἀναπληροῦσι γράμμασιν ἑλληνικοῖς τὰ μέτρα· λεγόντων δὲ θεωρεῖτε αὐτὰ τὰ λεγόμενα· τὸ γὰρ τέλος τούτων εἰς ὄνησιν. καὶ βαρβάροις πειθόμενοι οὐκ ἐπιτρέψετε γυναιξὶ καὶ τέκνοις, καὶ προσέχουσιν ὑμῖν, ἐὰν σολοικίζητε· κρεῖσσον γὰρ σολοικίζουσιν πειθαρχοῦντας σώζεσθαι, ἢ τρανῶς ἀττικίζουσιν ἐπακολουθοῦντας μεγάλα βλάπτεσθαι. ἀπαιδεύτων ταῦτά ἐστι καὶ ἀπειροκάλων, ἄνδρες Ἀθηναῖοι· σώφρων γὰρ οὐδεὶς ἂν διανοηθείη ταῦτα.