Ancient Greek · ~4 min
β′. Σόλωνι.
Anacharsis, Epistulae β′. Σόλωνι.
Not analysed yet
Ἑλλήνες σοφοὶ ἄνδρες, οὐδέν γε σοφώτεροι βαρβάρων· τὸ γὰρ ἐπίστασθαι καλὸν εἰδέναι οὐκ ἀφείλοντο θεοὶ βαρβάρων. πεῖραν δʼ ἔξεστι λαμβάνειν ἐξετάζοντας εἰ καλὰ φρονοῦμεν, καὶ βασανίζειν εἰ συμφωνοῦμεν· λόγοις πρὸς ἔργα εἰ ὅμοιοί ἐσμεν τοῖς ἀγαθῶς ζῶσι. στολὴ δὲ καὶ κὀσμος σώματος μὴ γενέσθωσαν ἐμπόδιον ὀρθῆς κρίσεως· ἄλλοι γὰρ ἄλλως κατὰ νόμους πατέρων κεκοσμήκασι τὰ σώματα· σημεῖα δὲ ἀσυνεσίας τὰ αὐτὰ βαρβάροις καὶ Ἕλλησιν, ὁμοίως δὲ συνέσεως. σὺ δὲ διότι Ἀνάχαρσις ἐλθὼν ἐπὶ σὰς θύρας ἐβούλετό σοι ξένος γενέσθαι, ἀπηξίωσας· καὶ ἀπεκρίνω, ἐν οἰκείᾳ χώρᾳ μὴ δεῖν ξενίαν συνάπτειν. εἰ δέ τίς σοι κύνα Σπαρτιάτην ἐδωρεῖτο, οὐκ ἂν προσέτασσες ἐκείνῳ ἀνδρὶ κύνα τοῦτον εἰς Σπάρτην ἀγαγόντα δοῦναί σοι. πότε δὲ καὶ ἐσόμεθα ἕτεροι ἑτέροις ξένοι, ἐπειδὰν ἕκαστος τοῦτον τὸν λόγον λέγῃ; ἐμοὶ μὲν οὐ καλῶς ἔχειν ταῦτα δοκεῖ, Σόλων, Ἀθηναῖε σοφέ, καί με κελεύει θυμὸς πορεύεσθαι πάλιν ἐπὶ σὰς θύρας, οὐκ ἀξιώσοντα ἃ καὶ πρότερον, ἀλλὰ πευσόμενον πῶς ἔχει ἅπερ ἀπεφήνω ὑπὲρ ξενίας.