Ancient Greek
94 to 101
Anacreon Lyr., Fragmenta 94-101
Unproofread scanNot analysed yet
Οὐ φιλέω, ὃς κρητῆρι παρὰ πλέφ οἴνοποτάξων νεῖκεα καὶ πόλεμον δακρυόντα λέγει, ἀλλ’ ὅστις Μουσέων τε καὶ ἄγλαὰ δῶρ’ Ἀφροδίτης συμμίξων ἑρατῆς μνήσκεται εὐφροσύνης. Οὐδὲ τί τοι πρὸς θυμόν, ὅμως γε μένω σ’ ἀδιδάστως. Οὐκέτι Θρηκίης (πώλου) ἐπιστρέφωμαι. Οἰνοπότης δὲ πεποίημαι. **Δεῖ φροντίδα μὴ κατέχειν. Ἄβδήρων προθανόντα τὸν αἰνοβῆν Ἄγάθωνα παρ’ ἐπὶ πυρκαίῃς ἥδ’ ἐβόησε πόλις· οὔτινα γὰρ τοιούδε νέων ὁ φιλάματος Ἄρης ἠνάγκασεν συγχερῆς ἐν στροφάλιγγι μάχης. Καρτερὸς ἦν πολέμοις Τιμόκριτος, οὗ τόδε σᾶμα· Ἄρης δ’ οὐκ ἀγαθῶν φεῖδεται, ἀλλὰ κακῶν. Epigr. 100. Anth. Pal. VII 226. Corr. Ἀνακρέοντος Τηΐον, C εἰς Ἄγάθωνα στρατιώτην ἐν Ἄβδήροις. V. 1 et 2 Suidas v. Αἰνοβίαν, v. 3 et 4 v. Ἡράρυσεν affert. —V. 2. ἥδ’ ἐβόησε, Hecker ἥδ’ ἐπέβησε.