Ancient Greek
1.321.3
Anaxagoras, Testimonia 1.321.3
Unproofread scanNot analysed yet
οὐτος εὐγενεῖαι καὶ πλοῦτῳ διαφέρων ἦν, ἀλλὰ καὶ μεγαλοφροσῦνη, ὃς γε τὰ πατρῶια τοῖς οἰκείοις παρεχώρησε. αἰτιαθεὶς 7 γὰρ ὑπ’ αὐτῶν ὡς ἀμελῶν· `τι οὖν, ἔφη, οὐχ ὑμεῖς ἐπιμελεῖσθε; `καὶ τέλος ἀπέστη καὶ περὶ τὴν τῶν φυσικῶν θεωρίαν ἦν οὐ φρον- 15 τίζων τῶν πολιτικῶν. ὅτε καὶ πρὸς τὸν εἰπόντα `οὐδὲν σοι μέλει τῆς πατρίδος; ``εὐφήμει, ἔφη, ἐμοὶ γὰρ καὶ σφόδρα μέλει τῆς πατρίδος` δείξας τὸν οὐρανόν.