Ancient Greek
1.324.3
Anaxagoras, Testimonia 1.324.3
Unproofread scanNot analysed yet
5. DIOG. IX 41 γέγονε δὲ [Demokrit] τοῖς χρόνοις, ὡς αὐτὸς φησιν ἐν τῷ Μικρῷ διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δὲ φησιν τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὑστερον τῆς Ἰλίου ἀλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. IX 34 ὑστερον δὲ Δεινίππῳ παρέβαλε [Demokrit] καὶ Ἀναξαγόρᾳ κατὰ τινὰς ἔτεσιν ὧν αὐτοῦ νεώτερος τετταράκοντα. Φαβωρίνος δὲ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ [FHG III 582 fr. 33] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἶδεν αὐτοῦ αἱ δόξαι αἱ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλὰ ἀρχαῖαι· τὸν δὲ ὑφηγήσθαι. 35. διασῦρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμῆσεως καὶ τοῦ νοῦ ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι οὐ μὴ προσήχαστο αὐτόν. πῶς οὖν κατὰ τινὰς ἀκήκοεν αὐτοῦ;