Ancient Greek
1.330.1 to 1.330.28
Anaxagoras, Testimonia 1.330.1-28
Unproofread scanNot analysed yet
μίαν εἶναι φύσιν ἄοριστον καὶ κατ’ εἶδος καὶ κατὰ μέγεθος, συμβαίνει δύο τὰς ἀρχὰς αὐτῶν λέγειν τὴν τε τοῦ ἀπείρου φύσιν καὶ τὸν νοῦν· ὥστε φαίνεται τὰ σωματικὰ στοιχεῖα παραπλησίως ποιῶν Ἀναξιμάνδρωι. Vgl. 166, 14 εἰπόντος τοῦ Ἀναξαγόρου ὅτι 5 οὔτε τοῦ σμικροῦ ἐστι τοῦλάχιστον ἀλλὰ ἔλασσον ἀεί [fr. 4], οὔτε τὸ μέγιστον (ὡς καὶ αὕτη ἡ λέξις τοῦ Ἀναξαγόρου δηλοῖ, καὶ μέντοι καὶ Θεόφραστος ἐν τῷ Περὶ Ἀναξαγόρου δευτέρῳι τάδε γράφων ἔπειτα τὸ διὰ τοῦτο λέγειν εἶναι πάντα ἐν παντί, διότι καὶ ἐν μεγέθει καὶ ἐν σμικρότητι ἀπείρα, καὶ οὔτε 10 τὸ ἐλάχιστον οὔτε τὸ μέγιστον ἐστι λαβεῖν, οὐχ ἰκανὸν πρὸς πίστιν’) κτλ. μετὰ τοῦτον [Anaximenes] γίνεται Ἀ. Ἡγησίουλος ὁ Κλαζομένιος. 1 οὗτος ἔφη τὴν παντὸς ἀρχὴν νοῦν καὶ ὕλην, τὸν μὲν νοῦν ποι- 15 οῦντα, τὴν δὲ ὕλην γινομένην. ὄντων γὰρ πάντων ὁμοῦ, νοῦς ἐπελθὼν διεκόσμησεν. τὰς δ’ ὕλικὰς ἀρχὰς ἀπείρους ὑπάρχειν καὶ τὰς σμικροτέρας [καὶ κατὰ σμικρότητα?] αὐτῶν ἀπείρα λέγει. κινήσεως δὲ μετέχειν τὰ πάντα ὑπὸ τοῦ νοῦ κινούμενα συνελθεῖν 2 τε τὰ ὅμοια. καὶ τὰ μὲν κατὰ τὸν οὐρανὸν κεκοσμηθᾶι ὑπὸ τῆς 20 ἐγκυκλίου κινήσεως· τὸ μὲν οὖν πυκνὸν καὶ ὑγρὸν καὶ τὸ σκοτεινὸν καὶ ψυχρὸν καὶ πάντα τὰ βαρέα συνελθεῖν ἐπὶ τὸ μέσον, ἐξ ὧν παγέντων τὴν γῆν ὑποστῆναι· τὰ δ’ ἀντικείμενα τούτοις τὸ θερμὸν καὶ τὸ λαμπρὸν καὶ τὸ ξηρὸν καὶ τὸ κοῦφον εἰς τὸ πρόσω τοῦ αἰθέρος ὁρμῆσαι. τὴν δὲ γῆν τῷι σχήματι πλατείαν εἶναι 3 25 καὶ μένειν μετέωρον διὰ τὸ μέγεθος καὶ διὰ τὸ μηδὲν εἶναι κενόν. καὶ διὰ τοῦτο τὸν ἀέρα ἰσχυρότατον ὄντα φέρειν ἐποχομένην τὴν γῆν. τῶν δ’ ἐπὶ γῆς ὑγρῶν τὴν μὲν θάλασσαν ὑπάρξαι τε 4 τῶν ἐν αὐτῇι ὑδάτων, ἐξατμισθέν τὰ ὑποστάντα οὕτως [κάτω?] γεγονέναι, καὶ ἀπὸ τῶν καταρρευσάντων ποταμῶν. τοὺς 5 30 δὲ ποταμοὺς καὶ ἀπὸ τῶν ὀμβρῶν λαμβάνειν τὴν ὑπόστασιν καὶ