Ancient Greek
1.331.2
Anaxagoras, Testimonia 1.331.2
Unproofread scanNot analysed yet
43. Arist. Metaphys. A 3. 984ᵃ 11 Ἂ. δ’ ὁ Κλαζομένιος τῇ μὲν ἡλικίαι πρότερος ὢν τούτου [Emped. ,vgl. S. 162 n. 6], τοῖς δ’ ἔργοις ὕστερος, ἀπείρους εἶναι φησι τὰς ἀρχάς. σχεδὸν γὰρ ἀπαντα τὰ ὁμοιομερῆ (καθάπερ ὕδωρ ἢ πῦρ) οὕτω γίγνεσθαι καὶ ἀπόλλυσθαι φησι συγχρίσει καὶ διακρίσει μόνον, ἄλλως [d. h. in anderem Sinne] δ’ οὔτε γίγνεσθαι οὔτ’ ἀπόλλυσθαι, ἀλλὰ διαμένειν αἰδία. de caelo Γ 3. 302ᵃ 28 Ἂ. δ’ Ἐμπεδοκλῆς ἐναντίως λέγει περὶ τῶν στοιχείων. ὁ μὲν γὰρ πῦρ καὶ γῆν καὶ τὰ σύστοιχα τούτοις στοιχεῖα φησιν εἶναι τῶν σωμάτων καὶ συγκεῖσθαι πάντα ἐκ τούτων, Ἂ. δὲ τοὔναντιον· τὰ γὰρ ὁμοιομερῆ στοιχεῖα (λέγω δ’ ὅσον σάρχα καὶ ὀστοῦν καὶ τῶν τοιούτων ἕκαστον)· ἀέρα δὲ καὶ πῦρ μεῖγματα τούτων καὶ τῶν ἄλλων σπερμάτων πάντων· εἶναι γὰρ ἕκαστερον αὐτῶν ἐξ ἀοράτων ὁμοιομερῶν πάντων ἠθροισμένον. διὸ καὶ γίγνεσθαι πάντα ἐκ τούτων· τὸ γὰρ πῦρ καὶ τὸν αἰθέρα προσαγορεύει ταῦτό.